Papyri.info

sign in

p.zen.pestm.A = HGV P.Zen. Pestm. A (S. 255) = Trismegistos 2490 = p.lille.1.1



DDbDP transcription: p.zen.pestm.A [xml]

259-258 BC Ghoran<Philadelphia
[Reprinted from: p.lille.1.1] PLille1

r
Σ̣τ̣οθοῆτ(ις) αν  ̣  ̣γραφ(  ) Ἀ̣π̣ο̣λ̣λ̣ωνίωι. (ἔτους) κζ κα̣ὶ̣ Αἰ[γ]υπτίω̣ν̣ δὲ
τὸ αὐτὸ μηνὸς Φαῶφι   ̣  ̣ ο̣ἰκο̣νο̣μοῦντος   ̣[  ̣]νω̣νο̣ς
ἀντιγραφομένου Διοδώρου.
3aλίψ
3bνότος (drawing) βορρᾶς
3cἀπ(ηλιώτης)
ἔστιν ἡ περίμετρος τῶν μυρίων ἀρουρῶν σχοινία υ, χώματα δὲ δ,
5καὶ ἐν μέσωι \ἀπὸ νότου εἰς βορρᾶν/ χώματα γ ἀπεχον\τα/(*) ἀπʼ ἀλλήλων σχοινία κε,
καὶ ἄλλοι διαπλευρισμοὶ ἀπὸ ἀπηλιώτου εἰς λίβα \θ/, ἀπέχον(τες)
ἀπʼ ἀλλήλων σχοινία δέκα ⟦ὥστε εἶναι⟧ <ὥστε εἶναι> ⟦τὰ πάντα χώματα⟧ \ἐν ταῖς μ(υριάσι) α ἀρούραις περιχώματα ἀν(ὰ) ἀρού(ρας) σν, ὧν ἡ μέτρησις κε ἐπὶ ι, ὡς διαγέγραπται ἐν τῶι πλινθείωι (γίνονται) χώματα/ ιϛ
ἀνὰ σχοι(νία) ρ (γίνονται) Αχ, ὧν δεῖ τὴν ἀνασκαφὴν γενέσθαι. Πλάτος μὲν τοῦ
ὀρύγματος πήχεις δ, βάθος δὲ β, ὃ ὑποτιθέμεθα ἐκ τοσούτου ἂν
10ὀρύγματος γενέσθαι τὰ ὑποκείμενα μέτρα τῶν χωμάτων· γίνεται οὖν εἰς τὸ
σχοινίον ναύβια πϛ, εἰς δὲ τὰ Αχ ναυβίων μ(υριάδων) ιγ Ζχ ⟦εἰς ν̣ τ̣ῶ̣ν̣ δ̣ (δραχμῶν(?))⟧
⟦(γίνονται(?)) (τάλαντον(?)) α̣ (δραχμαὶ(?)) Ε̣η̣⟧· καὶ ὑδραγωγῶν δʼ ὧν δεῖ γενέσθαι πρὸς ταῖς ὑπαρχούσαις
δ ἄλλας δ, ἀνὰ σχοινία ρ (γίνονται) σχοινία υ ἀν(ὰ) πϛ (γίνονται) ναύβια μ(υριάδες) γ Δυ (γίνονται) μ(υριάδες) ιζ Β
ἐὰν μὲν κατὰ χειμῶνα συντελῆται τὰ ἔργα, τίθεμεν ἔσεσθαι
15εἰς ο τοῦ στατῆρος, ὥστε εἶναι (τάλαντον) α (δραχμὰς) Γωλδ· ἐπιβάλλει τῆι ἀρού(ραι) (δραχμὴ) α   ̣  ̣  ̣  ̣
  ̣  ̣  ̣
v
⎛ χωρὶς τῶν καταφερῶν πεδίων, ὧν δεῖ προσθεῖναι τὰ πλείω ἔργα τῶν
⎜ χωμάτων, ἐπειδὴ συνεχῆ τὰ χώματα δεῖ γενέσθαι. ταῦτ̣α μὲν οὖν
⎜ ἐπὶ τῆς μισθώσεως ἐπισημανούμεθα τά τε πλήθ̣η̣ [τ]ῆ̣ς γῆς
⎜ καὶ τὸ ἀνήλωμα τὸ πλείω ἐσόμενον. τῶν δὲ προϋπαρχόντων
19/20⎜ χωμάτων
20⎜ των ἐν τοῖς διαπλευρισμοῖς τούτοις, ὅσα ἂν ἐνπίπτηι χρηστ̣ὰ̣ ὄντα πρὸς
⎜ τὴν ὑποκειμένην θέσιν τῶν χωμάτων, ὑπολογηθήσεται τοῖς μισθουμένοις
⎜ εἰς τὸ ὑποκείμενον ἀνήλωμα· ὡσαύτως δὲ καὶ ἐάν τινες διώρυγες
22/23⎜ συναπτωσιν
⎝ άπτωσιν τοῖς χώμασιν κατὰ τὰ ταυτά(*).
ἐὰν δὲ μὴ πρὸ τοῦ θερισμοῦ συντελῆται, συντελῆται(*) εἰς τὸ ὑπο-
25κείμενον εἰς ν (γίνονται) (τάλαντα) β (δραχμαὶ) Αψξ (γίνονται) ἀν(ὰ) α (ὀβολοὶ) β δ´. καὶ τῶν καταφερῶν
τόπων δεήσει προσθεῖναι τὴν διαφορὰν τῶν σύνεγγυς χωμάτων·
τοῦτο δὲ ἔσται ἐπὶ τῆς μισθώσεως, ἐπειδὰν εἰδήσωμεν τὰ πλή-
θη τῆς γῆς \καὶ τὰ μήκη τῶν σχοινίων/ τῶν ἐν τοῖς χωρίοις τούτοις· ἔσονται δέ τινες τόποι
τοιοῦτοι καὶ κοῖλοι ὥστε ἀν(ὰ) Α ἀρ(ταβας)(*) περιχῶσαι ὑπʼ αὐτῆς τῆς
30ἀνάγκης τοῦ τόπου, εἰς ὃ ἔσται βραχὺ τὸ ἀνάλωμα, ὥστε ἀντʼ ἐκεί-
νου τοῦ πλεονάζοντος ἔργου ὧδε κομίζεσθαι. τῶν δὲ προϋπαρ-
χόντων χωμάτων, ὅσα ἂν ἐνπίπτηι τοῖς γεωργοῖς, ὑπολογηθήσεται
εἰς τὸ γινόμενον αὐτοῖς· ἀκολουθήσουσι δὲ τοῖς προϋπάρχουσι
χώμασι, ὅπως ἂν μηθὲν αὐτῶν ἀχρεῖον ἦι· ὡσαύτως δὲ καὶ τῶν
35διωρύγων τῶν ἐνπιπτόντων εἰς τὰς περιχώσεις, ἐὰν κατὰ φύσιν
τῶν χωμάτων κειμένη ἦι. περὶ δ̣ὲ̣ τῶν ἀνηλ̣ω̣μάτων
εἰς τὰς προϋπαρχούσας διώρυγας καὶ χωμάτων τῶν ἐν ἔθει
ὄντων κατασκευάζεσθαι κατʼ ἐνιαυτὸν δεήσει ἐπελθόντας
ἐπισκέψασθαι μετὰ τῶν ἀρχιτεκτόνων καὶ τῶν βασιλικῶν
40γραμματέων καὶ ἀναγράψαντας δοῦναι· τὰ μὲν γὰρ αὐτῶν
ἔστιν πρατα αποτακτ  ̣  ̣  ̣  ̣ εθει ναυβίων λόγον. ὕστερον δὲ
ἐπισκοπούμενος τὸ περίχωμα συνέκρινεν τὰ χώματα ποῆσαι(*)
  ̣  ̣του  ̣ πλάτος τοῦ ὀρύγματος ναυβι(*) γ ἀν(τὶ) δ (γίνονται) εἰς τὸ σχοινίον ξδ 𐅵,
εἰς ξ τῶν δ (δραχμῶν). ἀπεδήμησεν Ἀπολλώνιος Ἁθὺρ ζ, καὶ συν-
45έπλευσα αὐτῶι ἕως Φυλακῆς καὶ κακεῖ(*) ἐξέβην, τῆι δὲ η ἦλθον
εἰς Τοῦφιν, τῆι θ εἰς Σύρων κώμην, ι εἰς Πτολεμαΐδα, ια εἰς
τὸν Λαβύρινθον, καὶ ἐκεῖ εὗρον τοὺς γραμματέας καὶ ἐκομίσαντο
τὴν ἐπιστολὴν καὶ ἀπήλθομεν εἰς πόλιν.

Apparatus


^ r.5. l. ἀπέχοντες
^ v.23. l. αὐτά
^ v.24. l. συντελεῖται
^ v.29. l. ἀρούρας
^ v.42. l. ποιῆσαι
^ v.43. l. πηχῶν
^ v.45. l. ἐκεῖ

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.