DDbDP transcription: p.zen.pestm.D [xml]
248 BC Philadelphia?
[Reprinted from: bgu.6.1297] BGU 6 1297
r
[Ζή]νων Φανίαι χαίρειν. εἰ ἔρρωσαι εὖ ἂν ἔχοι, ὑγιαίνομεν δὲ καὶ κα[ὐτοὶ](*).
[ ̣ ̣ ̣]α̣χος ὁ τὴν ἐπιστολήν σοι ἀποδιδούς ἐστιν τῶν περὶ Φιλα[δ]έλφ[ειαν]
[κα]ταμεμετρημένων ἱππέων, υἱὸς δὲ Νικάνδρου τοῦ πρότερον ὑπὸ Ἱππ[ίαν ὑπο-]
σ̣τ̣ρ̣ατηγήσαντος ἐν Ὀξορύγχοις(*). ἠκλη[ρ]ηκότος δὲ τοῦ πατρὸς αὐτοῦ κα[ὶ ὄντος]
5ἐν κατοχῆι οἴεται δεῖν μὴ ἐγκαταλείπειν καθάπερ \δίκαιον/ καὶ ὅσιόν ἐστιν, κα[τα-]
πλεύσαντα δὲ εἰς Ἀλεξάνδρειαν ἐντυχεῖν Ἀπολλωνίωι καὶ δεηθῆν[αι, ἵνα]
παραιτηθῆι. οὐ κρίνων vac. ? ἄνευ σοῦ ἐκ τοῦ τεταγμένου κινηθῆνα[ι]
ἠξίωσεν ἡμᾶς γράψαι σοι. καλῶς οὖν ποιήσεις ἐπιχωρήσας αὐτῶι.
ἔρρωσο. (ἔτους) λη Θῶυθ κδ. v
10Φανίαι.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.