Papyri.info

sign in

p.dryton.1.4 = HGV P.Dryton 4 = Trismegistos 258 = chr.mitt.302 = p.grenf.1.21



DDbDP transcription: p.dryton.1.4 [xml]

126 BC Pathyris
[Reprinted from: chr.mitt.302] Chr.Mitt. 302; P.Grenf 1, 21

[Ἔτους μδ Παῦνι θ ἐν Παθύρει ἐ]π̣ʼ Ἀσκληπιάδου ἀγορανόμου. Τάτε(*) διέθετο ὑγιαίνων νοῶν φρονῶν Δρύτων Παμφίλου Κρὴς τῶν διαδόχων καὶ
[τοῦ ἐπιτάγματος ἱππάρχη]ς ἐπʼ ἀνδρῶν· εἴ̣ηι(*) μέμ μοι ὑγιαίνοντι τῶν ἐμαυτοῦ κύριον εἶναι· ἐὰν δέ τι ἀνθρώπινον πάθω, καταλείπω καὶ
[δίδωμι τὰ ὑπάρχοντά μοι ἔγγα]ι̣ά τε καὶ ἔπιπλα καὶ κτήνη καὶ ὅσα ἂν προσεπικτήσωμαι, τὸν μὲν ἱππον ἐφʼ οὗ στρατεύομαι καὶ τὰ ὅπλα
[πάντα Ἐσθλάδαι τῶι ἐξ ἐμ]οῦ ἐξ Σαραπιάδος τῆς Ἐσθλάδου τοῦ Θεωνος ἀστῆς ἧι συνήμην γυναικὶ κατὰ νόμους καὶ κατὰ διαθήκην
5[τὴν κεχρηματισμένην] δ̣ιὰ τοῦ ἐν Διὸς πό(λει) τῆι μι(κρᾶι) ἀρχείου ἐπὶ Διονυσίου ἀγορανόμου ἐν τῶι ϛ (ἔτους) ἐπὶ τοῦ Φιλομήτορος, ἣ διασαφεῖ τά τε ἄλλα
[καὶ ἐπίτροπον Ἑρμ  ̣φιλο]ν ὄντα συγγενηι(*) κατέστησεν καὶ ἀπὸ τῶν οἰκετικῶν σωμάτων δ ὧν ὀνόματα Μυρσίνην καὶ ταύτης
[- ca.12 - τὰ δὲ] λοιπὰ θη̣[λ]υκὰ β αἷς ὄνομα Εἰρήνην καὶ Ἀμπέλιον Ἀπολλωνίαι καὶ ταῖς ἀδ(ελφαῖς) οὐσι(*) ε καὶ τον υπαρχοντα(*) μοι ἐπὶ τοῦ
[Κόχλακος τῆς Ἀραβία]ς τοῦ Πα̣[θυ]ρ̣(ίτου) ἔδα(φος) ἀμπελῶ(νος) καὶ τὰ ἐν τούτωι φρέατα ἐξ ὀπτῆς πλί(νθου) καὶ τἆλλα συνκύροντα καὶ τὴν ἅμαξαν σὺν τῆι
[ἐπισκευῆι καὶ τὸν περιστ]ερῶνα κ[α]ὶ̣ τὸν ἄλλον ἡ̣μιτέλεστον καὶ αὐλὴν ὧν γείτονες νό(του) ψιλοὶ <τόποι> τοῦ αὐ(τοῦ) Ἐσθλάδου βο(ρρᾶ) οἶκος κεκαμαρωμένος Ἀπολλω(νίας) τῆς νεω(τέρας)
10[ἀπη]λ̣ι(ώτου) τόπο̣[ς   ̣  ̣  ̣  ̣  ̣  ̣]ς Πετρας[  ̣  ̣]  ̣ τοῦ Ἐσθλάδ̣[ο]υ̣ λι(βὸς) ψιλὸς τόπος Ἐσθλάδου ἕως τῆς ἀνεῳγμένης θύ(ρας) ἐπὶ λίβα· τοὺς δὲ λο(ιποὺς) οἴκους καὶ χρηστῆρας
[καὶ π]α̣λ̣α̣ιὰν [  ̣  ̣  ̣  ̣  ̣] καὶ ψιλὸν τόπον εἰς [π]εριστερῶνα ἀποδεδειγμένον ὑποκάτω τῆς Ἐσθλά(δου) θύ(ρας) καὶ ἀπὸ λι(βὸς) τῆς καμάρας δίδωμι
[Ἀπολ]λωνίαι καὶ Ἀριστοῖ καὶ Ἀφροδισίαι καὶ Νι[κα]ρίωι καὶ Ἀπολλωνίαι νεωτέραι οὐσι(*) ε ταῖς ἐξ ἐμοῦ καὶ ἐξ Ἀπολλωνίας τῆς καὶ Σεμμώνθιος
[ἧι σύ]νειμι γυ(ναικὶ) κατὰ νό(μους) καὶ τὰ θη[λ]υκὰ β σώμα[τ]α καὶ τὴν βοῦν ἐξ ἴσου κυριευέτωσαν ταῖς οἰκίαις καθʼ ὃν πεποίημαι μερισμόν·
[δότ]ω δὲ Ἐσθλάδας ἀπὸ τοῦ δεδομένου αὐ(τῶι) ψιλο[ῦ τ]όπου ἀπέναντι τῆς θύ(ρας) αὐ(τοῦ) ἐπὶ λίβ[α] πή(χεις) ἐμβαδοὺς δ εἰς κλιβάνου τόπον· τὰ δὲ λο(ιπὰ) οἰκόπεδα
15[καὶ ψι]λ̣οι τοποι(*) ἐν Δι(ος) πό(λει) τῆι μεγά(ληι) ἐν τῶι Ἀμμω(νιείωι) [κ]αὶ ἐν τοῖς Κεραμείοις ἐχέτω Ἐσθλάδας κατὰ τὸ (ἥμισυ) Ἀπολλω(νία) δὲ καὶ ἀδελφαὶ κατὰ τὸ (ἥμισυ) καὶ
[τἆλλα ὑ]πάρχοντά μοι πάντα σύμβο(λά) τα σιτικὰ [κ]αὶ ἀργυ(ρικὰ) καὶ ἔπιπλα πάντα κατὰ τὸ (ἥμισυ)· δότω δὲ Ἐσθλά(δας) καὶ αἱ περὶ Ἀπολλωνίαν κατὰ κοινὸν
[εἰς οἰκ]οδομὴν περιστερῶνος ἀνηλώματα ε[ἰς] τὸν ἀποδεδειγμένον περιστερῶνα ἕως ἂν ἐπιτελέσωσι καὶ Ἀπολλωνίαι τῆι καὶ Σεμμώνθει
[τῆι ἐ]μῆι γυ(ναικὶ) ἐτῶν δ ἐὰν παραμείνηι ἐ[ν τῶι] οἴκωι ἀνέγκλητος οὖσα εἰς τροφὴν αὐ(τῆς) καὶ ταῖς β θυγατράσιν ἑκάσ(του) μη(νὸς) (πυροῦ) θ (ἥμισυ) κροτῶ(νος) 𐅵 χα(λκοῦ) σ
[καὶ] μ̣ετὰ δ ἔτη τὰ αὐτὰ μετρήματα [δότ]ωσαν ταῖς β νεωτέραι<ς> ἐκ κοινοῦ ἕως ἐτῶν ια· δότωσαν δὲ Ταχράτει εἰς φερνὴν
20[χαλκο]ῦ (τάλαντα) ιβ ἐκ τῶν κοινῶν· Ὃσα δʼ ἄν φαίνη[ται ἐ]π̣ίκτη(τα) ἔχουσα ἡ Σεμμῶνθις ὄντα αὐτῆι συνοῦσα Δρύτωνι κυριευέτω αὐτῶν·
[οἱ δʼ ἐπ]ελεύσοντες ἐπʼ αὐτὴν περὶ τού[των   ̣  ̣  ̣  ̣]
[(Ἔτους)] μ̣δ Παῦνι θ.

Apparatus


^ 1. l. Τάδε
^ 2. l. εἴη
^ 6. l. συγγενῆ
^ 7. l. οὔσαις
^ 7. l. τὸ ὕπαρχον
^ 12. l. οὔσαις
^ 15. l. [ψι]λοὺς τόπους

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.