DDbDP transcription: p.adl.G1 [xml]
134 BC Pathyris
1
βασιλεύοντος Πτο̣λεμ̣α̣ίο̣υ̣ θεο̣ῦ Εὐεργέτου τοῦ Πτολεμαίου καὶ Κλεο̣πάτρα̣ς θεῶν Ἐπι̣φανῶν καὶ βασι̣λ̣ί̣σσης Κλεοπάτρας τ̣ῆς ἀδελφῆς καὶ βασ̣ι̣λ̣ί̣σ̣σης Κλεο̣πάτρα̣ς̣ τῆς γυναικὸς θεῶν Εὐερ̣[γ]ε̣τ̣ῶν ἔτους λϛ, ἐφʼ ἱερέω̣ς
τοῦ ὄντος ἐν Ἀλεξανδρε[ί]ᾳ Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελ̣φῶν καὶ θεῶν Εὐεργετῶν <καὶ θεῶν Φιλοπατόρων> καὶ θεῶν Ἐπι̣φανῶν <καὶ θεοῦ Φιλομήτορος> καὶ θεοῦ Εὐπάτορος καὶ θεῶν Εὐεργετῶν, ἀθλο̣φόρου [Βε]ρενίκης Εὐεργέτιδος,
κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερεία̣ς Ἀρσινόης Φιλ̣ο̣π̣άτορος, τῶν <ὄντων καὶ> οὐσῶν ἐν Ἀλεξανδρ̣είᾳ, ἐν δὲ Πτο̣λεμα̣ΐδι τῆς Θηβαΐδος ἐφʼ ἱερέων πτολεμα̣ίου μὲν Σωτῆρος κ̣[α]ὶ̣ βασιλέως Πτολεμαίου
θεο̣ῦ Εὐεργέτου καὶ Σωτ̣ῆρος ἑαυτῶν Εὐχαρίστου καὶ Πτολεμαίου Φιλαδέλφου καὶ Πτολεμ̣αίου Εὐεργέτου καὶ Πτολεμαίου Φιλοπάτορος καὶ Πτολεμαίου θεοῦ Ἐπιφανοῦς̣ [Εὐχαρίστου] καὶ
5Πτολεμαί̣ου θεοῦ Φιλομή̣τ̣ο̣ρος καὶ Δικαιοσύνης <καὶ Πτολεμαίου θεοῦ Φιλομήτορος καὶ(?)> Πτολεμαίου θεοῦ Εὐπάτορος καὶ ἱερειῶν βασ̣ι̣λ̣ί̣σ̣σης μὲν Κλεοπάτρας τῆς ἀδελφῆς καὶ βασ̣ι̣λ̣ί̣σ̣σης Κλεοπάτρας τῆς γυ̣[ναικὸς καὶ βασιλί]σ̣σης
Κλεοπάτρας τῆς θυγα̣τρὸς καὶ Κλεοπάτρας τῆς μητρὸς θεᾶς Ἐπι̣φανοῦς καὶ κανηφόρου Ἀρσινόης Φιλ̣α̣δ̣έλ̣φου τῶν ὄντων καὶ οὐσῶν ἐν Πτολεμαΐδι τῆς Θηβαΐδ̣ο̣ς, μην̣[ὸ]ς Μεσο̣ρὴ ἑβδόμηι
καὶ εἰκάδι ἐν Κροκοδίλ[ω]ν̣ πόλει τοῦ Παθυρίτο̣υ ἐπὶ Διοσκουρίδ̣ου ἀγορανόμου.
ἀπέδοτ̣ο Πτό̣λλις Ἑρ̣μοκράτου Πέρ̣σης τῶν Βοήθου τα(κτόμισθος) ὡς
(ἐτῶν) με εὐμεγέθης μελίχρως ὑποκλαστὸς μακροπρόσωπ[ο]ς̣ εὐθύριν, οὐλὴ
10ὑπὲρ ὀφρὺ̣ν ἀριστεράν, ἄλληι καρπῶι ἀριστερῶι, καὶ Νεχοῦθις Πεκύσιος Περσίνη ὡς (ἐτῶν) με μέση με̣λ̣ά̣γχρως μακροπρόσωπος 2
εὐθύριν μετὰ κυρίου τοῦ ἑα̣υτῆς υἱοῦ Χαλήιος τοῦ Μοσχίωνο̣ς Πέρσου τῶν Βοή̣θου τακτομίσθου ὡ̣ς̣ (ἐτῶν) λε μέσου μελιχρόου ὑ̣π̣[οκλαστοῦ μακροπ(?)]ρ̣οσώ̣π̣ου [εὐθύρινος ?, καὶ αὐτὸς Χαλῆις,]
καὶ Ἁρπαῆσι̣ς Κρούριος Πέρσης τῆς ἐπιγονῆς ὡς (ἐτῶν) δέκα ἐννέα μέσος μελίχρως τετανὸς μ̣ακροπρόσωπος εὐθύριν ἀ̣[ναφάλακρος(?) ἡ]σ̣υχῆ, [ἀπὸ τοῦ ὑπάρχοντος αὐτοῖς]
ἐν τῶι ἀπὸ βορρᾶ μέρει Παθύρεως ψιλοῦ τόπου πήχεις στερεοὺς ἑπτὰ , ὧν εἶναι Π̣τ̣όλλις μὲν πή̣χ̣εις στερεοὺς τ̣[ρεῖς , Ν]ε̣χο̣ῦθις̣ [δὲ καὶ Χαλῆις πήχεις]
στερεοὺς τ̣ρεῖς , Ἁρπαῆσις δὲ πῆχυν στερεὸν ἕνα , εἰς πλήρωσιν τῶν προγε̣[γ]ρ̣αμμένων π̣η̣χῶν στερεῶν̣ [ζ γείτονες] τ̣οῦ [ὅλου τόπου νότου οἰκία(?)]
5Ψεννήσιος τοῦ Κατύτιος, βορρᾶ περιστερὼν Ἡρακ̣λείδου κα̣ὶ τῶν ἀδελφῶν, ἀπηλιώτου ὁ̣δ̣ὸ̣ς βασιλική, λιβὸς δρυμὸς ̣ ̣[- ca.18 - ἢ οἳ ἂν ὦσι γείτονες]
πάντοθεν. ἐπρίατο Ἰσίδω̣ρος Θέωνος Πέρσης τῶν Βοήθου τακτόμισθος ὡς (ἐτῶν) λε μέσος μελ̣ί̣χρως ὑποκλαστὸς μακρο̣π̣ρ̣[όσω]π̣[ο]ς̣ εὐ̣[θύριν ὑποχάροπος χαλκοῦ νομίσματος]
ταλάντου ἑνὸς δραχμῶν δισχιλίων . προπωληταὶ καὶ βεβαιωταὶ τῶν κατὰ τὴν ὠν̣ὴν ταύτην πάντων Πτόλλις καὶ Νεχοῦθις καὶ Χαλῆις καὶ Ἁρ[πα]ῆσις οἱ ἀπ̣οδ̣ό̣μ̣[ενοι, οὓς ἐδέξατο Ἰσίδωρος]
ὁ πριάμε̣ν̣ος.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.