DDbDP transcription: p.amh.2.43 [xml]
173 BC Soknopaiou Nesos
[Reprinted from: chr.wilck.105] WChr105
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν ἔτους ὀ̣γ̣δ̣ό̣ο̣υ
ἐφʼ ἱερέως Ἡρακλεοδώρου Ἀπολλοφάνου(*) Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θ[εῶ]ν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν
καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεῶν Φιλομητόρων, ἀθλοφόρου Βερενίκη[ς] Εὐγέτιδος(*) Σαραπιάδος Ἀπολλων<ίου>(*),
κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀριστοκλείας τῆς Δημητρου(*), ἱερείας Ἀρσινόης Φιλοπάτορος
5Εἰρήνης τῆς Πτολεμαίου, μηνὸς Λωίου τρεισκαιδεκάτηι Μεχεὶρ τρεισκαιδεκάτηι, ἐν τῆι
Σοκνοπαίου Νήσωι τοῦ Ἀρσινοίτου νομοῦ. ἐδάνεισε Μαρρῆς Πακύσιος Ἀρσι[ν]οίτης Μενελάωι
Π̣α̣ριγ̣έτου Μακεδόνι τῆς ἐπιγονῆς πυροῦ ἀρτάβας δέκα . ἀποδότω δὲ Μενέλαος Μαρρῆτι
τὸ̣ δάνειο̣ν̣ τῶν δέκα ἀρταβῶν τῶν πυρῶν ἐν μηνὶ Αὐδυ̣να̣ίωι Αἰγυπτ[ίω]ν δὲ Ἐπεὶφ
ἢ ὅταν ἡ ἄφεσις τῶν πυρίνων καρπῶν γένηται πυρὸν νέον ἄδολον καθαρὸν ἀ̣π̣ὸ̣ παντ̣ό̣ς̣, μ̣έ̣τ̣ρ̣ω̣ι
10δικαίωι τῶι πρὸς τὸ βασιλικὸν χαλκοῦν μετρήσει καὶ σκυτάληι [δ]ικαίαι καὶ κατα-
στησάτω εἰς τὴν Σοκνοπαίου πρὸς Μαρρῆν τοῖς ἰδίοις ἀν̣η̣λ̣ώ̣μ̣α̣σ̣ι̣. ἂ̣ν̣ τῶν ἀρταβῶ̣ν̣
τοῦ πυροῦ μὴ ἀπ̣ο̣δῶι ἀποτεισάτω τιμὴν δραχμὰς πεντεκοσίας , καὶ ἡ πρᾶξις ἔστω
Μαρρῆτι τῶι κατὰ τὴν γραφὴν παρά τε ἑαυτοῦ(*) Μενελάου καὶ ἐ[κ] τῶν ὑπαρχόντων
αὐτῶι πάντων πράσσοντι κατὰ τὸ διάγραμμα καὶ τοὺς νόμους. κύριος δʼ ἔστω
15καὶ α[ ̣]τ̣ ̣ς̣ πράσσο̣ντα̣ το̣υ̣ εκ ̣ ̣ ̣ ̣ η κρισι̣ ̣ ̣ ̣ ̣
Πάσιππος Ξένων Θεόδωρος Π̣τ̣ο̣λ̣ε̣μ̣α̣ῖ̣ο̣ς̣ Μακεδόνες, Φίλων Θρᾶιξ, Σωσικράτης Κρής,
οἱ ἓξ τῶν ἐν τῆι Σοκνοπαίου Νήσωι φρουρούντων καὶ μισθο(φόρων).
συγγραφοφύλαξ Φίλων.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.