DDbDP transcription: p.dryton.1.3 [xml]
126 BC Pathyris
[Reprinted from: .] P.Batav. 4
[(Ἔτους) μδ Παῦνι θ ἐν Παθύρει ἐπʼ Ἀσκληπιάδου ἀγορανό]μ̣ου τά̣δ̣[ε διέθετο ὑγιαίνων νοῶν φρονῶν Δρύτων Παμφίλου Κρὴς]
[τῶν διαδόχων καὶ τοῦ ἐπιτάγματος ἱππάρχης ἐπʼ ἀνδρῶ]ν.
[Εἴη μέμ μοι ὑγιαίνοντι τῶν ἐμαυτοῦ κύριον] ε̣ἶναι. Ἐὰν δέ [τι ἀνθρώπινον πάθω, καταλείπω καὶ δίδωμι]
[τὰ ὑπάρχοντά μοι ἔγγαιά τε καὶ ἔπιπλ]α καὶ κτήν[η καὶ ὅσα ἂν προσεπικτήσωμαι, τὸν μὲν ἱππον]
5[ἐφʼ οὗ στρατεύομαι καὶ τὰ ὅπλα πάντα Ἐσθλ]ά̣δαι τῶι ἐ̣ξ [ἐμοῦ καὶ ἐξ Σαραπιάδος τῆς]
[Ἐσθλάδου τοῦ Θέωνος ἀστῆς ἧι συν]ή̣μην γυν[αικὶ κατὰ νόμους καὶ κατὰ διαθήκην τὴν κεχρηματισμένην]
7/9[διὰ τοῦ ἐν Διὸς πό(λει) τῆι μι(κραῖ) ἀρχείου ἐπὶ Διονυσίου ἀγορανόμου ἐν τῶι ϛ (ἔτους) ἐπὶ τοῦ Φιλομήτορος ἣ διασαφεῖ τά τε ἄλλα καὶ ἐπίτροπον Ἑρμ ̣φιλον ὄντα συγγενῆ κατέστησεν καὶ ἀπὸ τῶν οἰκετικῶν σωμάτων δ ὧν ὀνόματα Μυρσίνην καὶ ταύτης - ca.12 -· τὰ δὲ λοιπὰ θηλυκὰ β ]
10[αἷς ὄνομα Εἰρήνην καὶ Ἀμπέλιον Ἀπολλωνίαι καὶ ταῖς ἀδ(ελφαῖς) οὖσι ε καὶ] τὸν ὑ[πάρχον]τά
[μοι ἐπὶ τοῦ Κόχλακος τῆς Ἀραβίας τοῦ Παθυρ(ίτου) ἔδαφος ἀμπετελῶ(νος) κ]α̣ὶ̣ τὰ ἐν τούτωι
[φρέατα ἐξ ὀπτῆς πλί(νθου) καὶ τἄλλα συνκύροντα καὶ τὴν ἅμαξαν σὺν τ]ῆ̣ι ἐπισκευῆι καὶ
[τὸν περιστερῶνα -ca.?- καὶ τὸν ἄλλον ἡμιτέ]λ̣εστον καὶ αὐλὴν
[ὧν γείτονες νό(του) ψιλοὶ τόποι τοῦ αὐ(του) Ἐσθλά(δου) βο(ρρᾶ) οἶκος κεκαμμαρω]μένος Ἀπ[ολ]λωνίας
15[τῆς νεω(τέρας) ἀπηλι(ώτου) τόπο̣ς ̣ ̣ ̣ ̣ ̣ ̣ς Πετρασ ̣ ̣ ̣ τοῦ Ἐσθλά(δου) λι(βὸς) ψιλὸς τόπος Ἐσθλά(δου) ἕως τ]ῆς ἀνεῳγμ[έν]ης
[θύ(ρας) ἐπὶ λίβα· τοὺς δὲ λο(ιποὺς) οἴκους καὶ χρηστῆρας καὶ παλαιὰν ̣ ̣ ̣ ̣ ̣ καὶ τὸν ψι]λὸν τόπον τὸν εἰς
17/18[περιστερῶνα ἀποδεδειγμένον ὑποκάτω τῆς Ἐσθλά(δου) θύ(ρας) καὶ ἀπὸ λι(βὸς) τῆς καμάρας δίδωμι Ἀπολλωνίαι καὶ Ἀριστοῖ καὶ Ἀφροδισίαι καὶ Νικαρίωι καὶ Ἀπολλωνίαι νεωτέραι οὖσι ε ταῖς ἐξ ἐμοῦ καὶ ἐξ Ἀπολλωνίας τῆς καὶ Σεμμώνθιος ἧι σύ]ν̣ει-
19/24[μι γυ(ναικὶ) κατὰ νό(μους) καὶ τὰ θηλυκὰ β σώματα καὶ τὴν βοῦν ἐξ ἴσου κυριευέτωσαν ταῖς οἰκίαις καθʼ ὃν πεποίημαι μερισμόν· δότω δὲ Ἐσθλάδας ἀπὸ τοῦ δεδομένου αὐ(τῶι) ψιλοῦ τόπου ἀπέναντι τῆς θύ(ρας) αὐ(τοῦ) ἐπὶ λίβα πή(χεις) ἐμβαδοὺς δ εἰς κλιβάνου τόπον· τὰ δὲ λο(ιπὰ) οἰκόπεδα καὶ ψιλοὶ τόποι ἐν Δι(ὸς) πό(λει) τῆι μεγά(ληι) ἐν τῶι Ἀμμωνι]είωι
25[καὶ ἐν τοῖς Κεραμείοις ἐχέτω Ἐσθλάδας κατὰ τὸ (ἥμισυ) Ἀπολλω(νία)] δὲ
26/27[καὶ ἀδελφαὶ κατὰ τὸ (ἥμισυ) καὶ τἆλλα ὑπάρχοντά μοι πάντα σύμβο(λά) τε σιτικὰ καὶ ἀργυ(ρικὰ) καὶ ἔπιπλα πάντα κατὰ τὸ (ἥμισυ)· δότω δὲ Ἐσθλά(δας) καὶ αἱ περὶ Ἀπολλωνίαν κατὰ κοινὸν εἰς οἰκοδομὴ]ν
[περιστερῶνος ἀνηλώματα εἰς τὸν ἀποδεδιγμένον περιστερῶνα ἕως ἂν ἐπιτελέσω]σι
[καὶ Ἀπολλωνίαι τῆι καὶ Σεμμώνθει τῆι ἐμῆι γυ(ναικὶ) ἐτῶν δ ἐὰν παραμείνηι ἐν τῶι οἴκωι ἀν]έγκλη(τος)
30[οὖσα εἰς τροφὴν αὐ(τῆς) καὶ ταῖς β θυγατράσιν ἑκάσ(του) μηνὸς (πυροῦ) θ (ἥμισυ) κροτῶ(νος) ιβ´ χα(λκοῦ) Σ καὶ μετὰ δ] (ἔτη)
31/32[τὰ αὐτὰ μετρήματα δότωσαν ταῖς β νεωτέραις ἐκ κοινοῦ ἕως ἐτῶν ια· δότωσαν δὲ Ταχράτει εἰς φερνὴν χαλκοῦ (τάλαντα) ιβ ἐκ τῶν] κο̣[ινῶν· ὅσα δʼ ἂν φαίνηται]
[ἐπίκτη(τα) ἔχουσα ἡ Σεμμῶνθις ὄντα αὐτῆι σ]υνοῦσα Δ[ρ]ύτωνι κ̣[υ]ρ̣ι̣ε̣υ̣έ̣τ̣[ω] αὐτ̣ῶν·
[ ̣ ̣ ̣ ἐπελεύς ̣ ̣ ̣ ̣ ̣ ἐπʼ αὐτὴν περὶ τούτων ̣ ̣ ̣ ̣]
35[Ἦν δὲ ὁ διατιθέμενος Δρύτων Πανφίλου Κρὴς τῶ]ν διαδόχων καὶ τῶν τοῦ ἐπιτάγματος ἱπ(πάρχης) ἐπʼ [ἀνδρῶ]ν. column 2
[Μάρτυρες]
37/41[Ἔγραψεν -ca.?- ]
[Ἔγραψεν -ca.?- ]
[ἱε]ρεὺς Ἀφρο[δ]ί̣τ̣η̣ς καὶ Σο̣ύχο̣υ̣
[τ]ῶν πρωτ̣[οσ]τ̣ολιστῶν καὶ
45πτεροφόρ[ων ὡς] (ἐτῶν) λε εὐμεγέθη̣ς
μελί(χρως) τετανὸς πλατυπρ(όσωπος) εὐθύρ(ιν)
οὐλὴ κροτάφωι δεξ(ιῶι)
Ἔγραψεν Νεχούτης(*) Θοτορταί<ου> \Πέρσης/ <ἱερεὺς> πρωτο-
στολιστὴς τοῦ ἐν Παθύ(ρει) ἱεροῦ ὡς (ἐτῶν) ν
50μέσος μελί(χρως) τετανὸς μακροπρ(όσωπος) εὐθύρ(ιν)
οὐλὴ μετώπωι ἐγ(*) δε(ξιῶν)(*).
ἔγραψεν Πατοῦς Ἑριέως Πέρσης ἱερεὺς
πρωτοστολιστὴς τοῦ αὐτ<οῦ> ἱεροῦ
ὡς (ἐτῶν) ν μέσος μελί(χρως) τετανὸς
55πλατυπρ(όσωπος) εὐθύρ(ιν) οὐλ(ὴ) μετώπωι ἐξ ἀρ(ιστερῶν)
ἔγραψεν Πατοῦς Ὥρου ὑπεπιστάτης
Παθύρεως Πέρσης τῶν πεζῶν
ὡς (ἐτῶν) μ μέσος μελί(χρως) τετανὸς μακρο-
πρ(όσωπος) εὐθύρ(ιν) οὐλ(ή).
60οὗτοι οἱ τ[έσ]σαρες⟦ ̣⟧ τοῖς ἐγχωρίοις
⟦ -ca.?- ⟧ γράμμασιν διὰ τὸ μὴ εἶναι
ἐπὶ τῶν τόπων τοὺς ἴσους Ἕλλη-
νας.
ἔγραψεν Ἀμμώνιος Ἀρείου Πέρσης
65τῶν μι(σθοφόρων) ἱππέων ὡς (ἐτῶν) λ μέσος
μελί(χρως) ὐπόκλαστος μακροπρ(όσωπος) εὐθύρ(ιν)
οὐλ(ὴ) μετώπωι μέσωι.
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.
DDbDP transcription: p.grenf.1.44 [xml]
II sac Thebaid
[Reprinted in: p.batav.4] P.Batav. 4
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.
DDbDP transcription: p.batav.4 [xml]
126 BC Pathyris
[Reprinted from: p.grenf.1.44] P.Grenf. 1, 44 + P.Bour. 9
[Reprinted in: p.dryton.1.3] P.Dryton 3
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.