DDbDP transcription: p.oxy.59.3992 [xml]
II spc Oxyrhynchus
r
Αἴλιος Θέων Ἑρμίνωι τῶι
ἀδελφῶι χαίρειν.
καὶ πρὸ ἡμερῶν ἔγραψά \σοι/ ἀσπαζό-
μενός σε καὶ τὴν κυρίαν μου
5θυγατέρα σου [Δι]ονυσίαν καὶ τὴν
μητέρα αὐτῆ[ς]. καὶ νῦν τὸ αὐτὸ
ποιῶ καὶ παρ[α]καλῶ συγγνῶναί
\μοι/ εἰ μήπω τῆι \αὐτῆι/ κυρίαι ἡμῶν πέ-
πομφα τραγημάτια. οὔπω γὰρ
10τὰ νέα κατέπλευσεν. ὅταν δὲ
κατακομισθῆ̣ι, πέμψω̣ α̣ὐ̣τῆ[ι]
ἄξια αὐτῆς κα[ὶ] εἴ τ[ι] ἄ̣λ̣λ̣ο̣ ἐ̣ὰν δύ-
νωμαι. ἑκάστη[ς μέν]τ̣οι̣ ἡ̣μέρας
τὸ προσκύνημα αὐτῆς [π]οιῶ πα-
15ρὰ τῶι θεῶι τω ̣ θε[ ̣ ̣]τω[ι] κυρίωι̣
Σαράπιδι καὶ σοῦ καὶ τῆς μητρὸς
αὐτῆς. ἀσπάζ[ου] οὖν αὐτὴν καὶ
τὴν μητέρα αὐτῆς, μεθʼ ὧν ἐρρῶ-
σθαί σε εὔχομαι εἰς μακροὺς χρόνους
20καὶ ὅλωι σου τῶι οἴκω[ι].
ἔρρω(σο). Παχὼν κβ.
Διογᾶς ὁ ἐμὸς ἀνέπλευσεν, ἐπὶ
ποίαι αἱρέσει μεταδώσει σοι
καὶ ἡ ἀδελφή μου καὶ Διονύσιος
25ὁ νομογράφος καὶ Πτολεμαῖος
ὁ μελλογυμνασίαρχος, οἷς συλ-
λήψῃ, ἐάν γε μὴ ὦ(*) πεπλανη-
μένος. vac. ?
Σαραπιόδωρος ὁ φίλος ὁ ἔμπορος
30πολλάκις με λυπήσας καὶ νῦν ἐν τοῖς
περὶ Διογᾶτος ἀντιδικεῖ μοι. τοῦτο
ὑμᾶς μαρτύρομαι μόνον. οὐ γὰρ
ὑπομένω αὐτὸν̣ μ̣ι̣μήσασθαι. v
ἀπὸ Αἰλίου Θέωνος ☓ Ἑρμίνωι φίλωι
Αἴλιος Θέων Ἑρμίνωι τῶι
ἀδελφῶι χαίρειν.
καὶ πρὸ ἡμερῶν ἔγραψά \σοι/ ἀσπαζό-
μενός σε καὶ τὴν κυρίαν μου
5θυγατέρα σου [Δι]ονυσίαν καὶ τὴν
μητέρα αὐτῆ[ς]. καὶ νῦν τὸ αὐτὸ
ποιῶ καὶ παρ[α]καλῶ συγγνῶναί
\μοι/ εἰ μήπω τῆι \αὐτῆι/ κυρίαι ἡμῶν πέ-
πομφα τραγημάτια. οὔπω γὰρ
10τὰ νέα κατέπλευσεν. ὅταν δὲ
κατακομισθῆ̣ι, πέμψω̣ α̣ὐ̣τῆ[ι]
ἄξια αὐτῆς κα[ὶ] εἴ τ[ι] ἄ̣λ̣λ̣ο̣ ἐ̣ὰν δύ-
νωμαι. ἑκάστη[ς μέν]τ̣οι̣ ἡ̣μέρας
τὸ προσκύνημα αὐτῆς [π]οιῶ πα-
15ρὰ τῶι θεῶι τω ̣ θε[ ̣ ̣]τω[ι] κυρίωι̣
Σαράπιδι καὶ σοῦ καὶ τῆς μητρὸς
αὐτῆς. ἀσπάζ[ου] οὖν αὐτὴν καὶ
τὴν μητέρα αὐτῆς, μεθʼ ὧν ἐρρῶ-
σθαί σε εὔχομαι εἰς μακροὺς χρόνους
20καὶ ὅλωι σου τῶι οἴκω[ι].
ἔρρω(σο). Παχὼν κβ.
Διογᾶς ὁ ἐμὸς ἀνέπλευσεν, ἐπὶ
ποίαι αἱρέσει μεταδώσει σοι
καὶ ἡ ἀδελφή μου καὶ Διονύσιος
25ὁ νομογράφος καὶ Πτολεμαῖος
ὁ μελλογυμνασίαρχος, οἷς συλ-
λήψῃ, ἐάν γε μὴ ὦ(*) πεπλανη-
μένος. vac. ?
Σαραπιόδωρος ὁ φίλος ὁ ἔμπορος
30πολλάκις με λυπήσας καὶ νῦν ἐν τοῖς
περὶ Διογᾶτος ἀντιδικεῖ μοι. τοῦτο
ὑμᾶς μαρτύρομαι μόνον. οὐ γὰρ
ὑπομένω αὐτὸν̣ μ̣ι̣μήσασθαι. v
ἀπὸ Αἰλίου Θέωνος ☓ Ἑρμίνωι φίλωι
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.