DDbDP transcription: p.oxy.42.3069 [xml]
III/IV spc Oxyrhynchus
r
Ἀκύλας Σαραπίωνι
χαίρειν.
κομισάμενός σου τὰ γράμ-
ματα πάνυ ἥσθην. ᾗ μάλιστα
5ὁ ἡμέτερος Καλλίνεικος ἐμαρ-
τύρει περὶ τῆς διαίτης σου ἧς
ποιῇ καὶ ἐν τοιούτοις ὢν
πράγμασι⟦ν⟧, μάλιστα μὴ
ἀφιστάμενος τῆς ἀσκήσεως.
10ἄξιον οὖν ἐστιν ἐπαινεῖν ἑ-
αυτούς, οὐχ ὅτι ποιοῦμεν ταῦ-
τα ἀλλὰ ὅτι μὴ ἐξαγόμεθα
ὑφʼ ἑαυτ[ῶν]· ἀνδραγάθε̣[ι] οὖν
καὶ τὰ λοιπὰ ἐπιτέλεσον
15ὡς ἀνὴ[ρ ἀ]γ̣α̣θός, καὶ μ[ή σ]ε̣
ταρασσέ[τ]ω̣ ἢ πλοῦτος ἢ ὥρα
ἢ ἄλλο τ[ι τ]ῶν τοιου⟦ν⟧των(*), ὡς
οὐδὲν ὄ̣φ̣[ελ]ός ἐστιν ἀρετῆς
μὴ παρούσης, ἀλλὰ φροῦδα καὶ οὐ-
20δενὸς ἄξια. θεῶν σωζόντων
προσδέχομαί σε ἐν τῇ Ἀντινόου.
τὸ σκυλάκιον πέμψον Σωτη-
ρίδι, ἐπεὶ αὐτὴ νῦν ἐν ἀγρῷ δια-
τρειβει(*). ἔρρωσσο(*) σὺν τοῖς σοῖς.
25ἔρρωσσο(*). v
Σαραπίωνι φιλοσόφωι
παρὰ Ἀκύλ̣ο̣υ̣
φίλου.
Ἀκύλας Σαραπίωνι
χαίρειν.
κομισάμενός σου τὰ γράμ-
ματα πάνυ ἥσθην. ᾗ μάλιστα
5ὁ ἡμέτερος Καλλίνεικος ἐμαρ-
τύρει περὶ τῆς διαίτης σου ἧς
ποιῇ καὶ ἐν τοιούτοις ὢν
πράγμασι⟦ν⟧, μάλιστα μὴ
ἀφιστάμενος τῆς ἀσκήσεως.
10ἄξιον οὖν ἐστιν ἐπαινεῖν ἑ-
αυτούς, οὐχ ὅτι ποιοῦμεν ταῦ-
τα ἀλλὰ ὅτι μὴ ἐξαγόμεθα
ὑφʼ ἑαυτ[ῶν]· ἀνδραγάθε̣[ι] οὖν
καὶ τὰ λοιπὰ ἐπιτέλεσον
15ὡς ἀνὴ[ρ ἀ]γ̣α̣θός, καὶ μ[ή σ]ε̣
ταρασσέ[τ]ω̣ ἢ πλοῦτος ἢ ὥρα
ἢ ἄλλο τ[ι τ]ῶν τοιου⟦ν⟧των(*), ὡς
οὐδὲν ὄ̣φ̣[ελ]ός ἐστιν ἀρετῆς
μὴ παρούσης, ἀλλὰ φροῦδα καὶ οὐ-
20δενὸς ἄξια. θεῶν σωζόντων
προσδέχομαί σε ἐν τῇ Ἀντινόου.
τὸ σκυλάκιον πέμψον Σωτη-
ρίδι, ἐπεὶ αὐτὴ νῦν ἐν ἀγρῷ δια-
τρειβει(*). ἔρρωσσο(*) σὺν τοῖς σοῖς.
25ἔρρωσσο(*). v
Σαραπίωνι φιλοσόφωι
παρὰ Ἀκύλ̣ο̣υ̣
φίλου.
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.