Papyri.info

sign in

p.dion.16 = HGV P.Dion. 16 = Trismegistos 3099 = p.rein.1.16



DDbDP transcription: p.dion.16 [xml]

109 BC Akorios
[Reprinted from: p.rein.1.16] PRein1,16

r,ext
βασι̣λε̣υ̣ό̣ντων Κλεοπάτρας καὶ Πτολεμαίου θεῶν Φιλομητ̣ό̣ρ̣[ων]
Σωτήρων ἔτους ὀγδόου, ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι
Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν <Εὐεργετῶν καὶ θεῶν>
Φι̣λ̣οπατόρ̣ων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θε[οῦ]
5Φιλομ[ή]τ̣[ο]ρ̣[ος] καὶ θεοῦ Νέου Φιλοπάτορος καὶ θεοῦ Εὐεργέτου καὶ θεῶ[ν]
Φιλομητόρων Σωτήρων, ἱεροῦ πώλου <Ἴσιδος> μητρὸς θεῶν μεγάλης,
στεφανηφόρου βασιλίσσης Κλεοπάτρας θεᾶς Φιλομήτορος Σωτείρας
Δικαιοσύνης Νικηφόρου, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, φωσφ̣[ό-]
ρου β̣ασιλίσσης Κλεοπάτρας θεᾶς Φιλομήτορος Σωτείρας Δικ̣αιοσύν̣[ης]
10Νικηφόρου, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας βασιλίσσ̣η̣ς̣ Κ̣[λεο-]
πάτρας θεᾶς Φιλομήτορος Σωτ̣είρας Δικαιοσύνης Νικηφόρου, ἱερε̣[ίας]
Ἀρσινόης Φιλοπάτορος τῶν ὄντων καὶ οὐσῶν ἐν Ἀλεξανδρεία[ι,]
μηνὸς Δύστρου ἐνάτῃ καὶ εἰκάδι, Τῦβι ἐνάτῃ καὶ εἰκάδι, ἐν Τ̣[ήνει]
τ̣ῆ̣[ι] κ̣α̣ὶ̣ Ἀ̣κ̣ώρ̣ιος τοῦ Μωχίτου τόπου, νομοῦ δὲ Ἑρμοπολίτου.
15ἐδά̣ν̣ε̣ι̣σεν Διονύσιος Ἀπολλωνίου Πέρσης οὐραγὸς Διονυσίω̣ι̣
Κεφαλᾶτος Πέρσηι τῆς ἐπιγονῆς καὶ τῆι τούτου μητρὶ Σαραπιάδι τῆι
καὶ Σεναβέλλει Ἡλιοδώρου τοῦ καὶ Ἑριέως Περσίνηι, μετὰ κυρίου τοῦ
ἑαυτῆς υἱοῦ Διονυσίου τοῦ καὶ προγεγραμμένου, πυροῦ στερεοῦ
ἀρτάβας ἑκατὸν ἑξήκοντα ἓξ δίμοιρον , ἃς ἐκτεταμίευνται π̣[αρʼ αὐ-]
20τοῦ ἐξ οἴκου, τόκων τὴν ἀρτάβην ἑκάστην πυροῦ τρίτον, ἀρτάβα̣[ις]
ὀγδοήκοντα τρισὶ τρίτωι · τὰς δὲ πάσας πυροῦ ἀρτάβας διακοσία̣[ς]
πεντήκοντα ἀποδότωσαν οἱ δεδανεισμένοι Διονυσίωι ἢ τ̣[οῖς]
παρʼ αὐτοῦ ἐν μηνὶ Λωίωι ὅς ἐστιν Παῦνι τοῦ ὀγδόου ἔτους, πυρ̣[ὸν]
ν̣έον σ̣τ̣ε̣ρεὸν ἄδολον, μέτρωι τῶι πρὸς τὸ χαλκοῦν, καθε̣σ̣τ̣α̣μ̣έ̣[νας]
25ἐπὶ τὸν κατὰ τὴν Ἀκώριος ὅρμον τοῖς ἰδίοις ἀναλώμασι, ἄνε[υ]
δίκης καὶ κρίσεως καὶ πάσης κακοτεχνίας· ἐὰν δὲ μὴ ἀπο[δῶσι]
ἢ μὴ ποι\ῶσι/(*) καθʼ ἃ γέγραπται, ἀποτεισάτωσαν οἱ δεδανεισμένοι τ[ῶι]
Διονυσίωι ἢ τοῖς παρʼ αὐτοῦ τιμὴν ἑ̣[κά]στης ἀρτάβης χαλκοῦ
δραχμὰς τρισχιλίας καὶ μηθὲν ἧσσον· ἔγγυοι ἀλλήλων
30τοῦ δανείου εἰς ἔκτεισιν καὶ τῶν κατὰ τὴν συγγραφὴν πάντω̣[ν]
αὐτοῖ οἱ καὶ δεδανεισμένοι· ἡ δὲ πρᾶξις ἔστω Διονυσίωι τοῦ
δανείου ἔκ τε αὐτῶν Διονυσίου καὶ̣ [Σ]α̣ραπιάδος τῶν προγεγραμ-
μένων, καὶ ἐξ ἑνὸς καὶ παρʼ ἀμφοτέρ̣ων καὶ παρʼ οὗ ἂν αὐτῶν
α̣ἱρ̣ῆ̣ται, καὶ ἐκ τῶν ὑπ̣α̣ρ̣[χόν]τ̣ω̣ν̣ αὐτοῖς [πάντω]ν̣ κ̣αθʼ ἅπερ
35ἐγ(*) δίκης· ἡ συγγραφὴ ἥδε κυρία [ἔστω πανταχῆι ἐπιφερομ]έ̣ν̣η̣.
μάρτυρες· Πτολεμαῖος Ἀναξαγόρο̣[υ Μιλήσιος, Ἀγήνωρ Βαρκαίου]
Λακεδαιμόνιος, Ἀρίμμας Διονυσίου Χα̣ρι̣[στήριος, Ἡρώιδης Ἡρακλείδου]
Ἀλεξανδρεύς, Εὐμένης Πολυκράτου Π̣[έρ]σ̣[ης, Ἀπολλώνιος   ̣  ̣  ̣  ̣  ̣ Πέρσης]
[τῶ]ν̣ φ̣ε̣ρ̣ομένων ἐν Κλεοπάτραι. [συγγραφοφύλαξ· Πτολεμαῖος].
40(hand 2) [Διονύσιος Κ]ε̣φ̣αλᾶτος Πέ̣ρσης τῆς ἐπ̣ι̣[γονῆς καὶ ἡ τούτου μήτηρ]
Σαραπιὰς ἡ καὶ Σεναβέλλις Ἡλιοδώρου τοῦ καὶ Ἑριέως Περσίν[η,]
μετὰ κυρίου τοῦ προγεγραμμένου υἱοῦ αὐτῆς Διονυσίου̣
[τ]ο̣ῦ̣ πρ̣ογεγ[ρ]αμμέν̣ο̣υ, ἔ̣χ̣[ο]μεν̣ [τ]ὰ̣ς τοῦ [π]υροῦ ἀρτάβας δ̣[ιακοσίας]
[πεντήκοντ]α̣ καθʼ ὅ[τι πρόκειται κ]α̣ὶ̣ π̣ο̣ι̣ή̣[σ]ω̣μεν(*) κατὰ τἆλ̣λ̣α̣(*) τ̣[ὰ]
45γ̣ε̣γ̣ρ̣α̣μ̣μ̣έ̣ν̣α̣ καὶ δε[δ]ώ̣κ̣[αμ]εν κυρίαν Πτολεμαίωι. Δ[ιονύσιος]
ὁ̣ π̣ρ̣ο̣κ̣είμενος γέγ̣ραφα \καὶ/ ὑπὲρ Σαραπιάδος τῆς μητρὸς [διὰ τὸ]
μὴ ἐπίστασθαι αὐτὴν γράμματα.
(hand 3) Πτολεμαῖος̣ ἔχω κυρίαν.
r,int
(hand 4) ἔτο̣υ̣ς̣ η̣ Τῦβι κθ· δά(νειον) Διο̣ν̣υ̣σ̣ί̣ο̣υ̣ πρ(ὸς) Διονύσιον καὶ Σαραπιάδα (πυροῦ) (ἀρταβῶν) σν·
50ἀποδ(ότω) Παῦνι τοῦ η (ἔτους) ὁ̣ δα(νεισάμενος) εἰς τὴν Ἀκώριος μέτρωι τῶι πρ(ὸς) τὸ χα(λκοῦν)·
ἐπίτιμο(ν) τῆς (ἀρτάβης) χα(λκοῦ) (δραχμαὶ) Γ· συγγρα(φο)φύ(λαξ)· Πτολεμαῖος.
v
(hand 5) Διονυσίου Σαραπιάδος Ἀγήνορος Εὐμένους
Διονυσίου Πτολεμαίου Ἡρώιδου Ἀπολλωνίου
Ἀρίμματος
55(hand 6) δά(νειον) Διον[υσίου πρὸς Διονύσιον]
καὶ Σα̣ρ̣απιάδα (πυροῦ(?)) (ἀρταβῶν(?)) σ̣ν̣.
(hand 7) [Διο]νυς[⁦ -ca.?- ⁩]
ἀπ̣ό̣δο(σις) Πα̣ῦ(νι) ι̣β.

Apparatus


^ r,ext.27. corr. ex ποιη
^ r,ext.35. l. ἐκ
^ r,ext.44. l. ποιήσομεν
^ r,ext.44. l. τὰ ἄλλα

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.