Papyri.info

sign in

p.dion.22 = HGV P.Dion. 22 = Trismegistos 3106 = p.rein.1.10



DDbDP transcription: p.dion.22 [xml]

111 BC Akorios
[Reprinted from: p.rein.1.10] PRein1,10

r,ext
[βασιλευόντων Κ]λ̣εοπάτρα̣ς κ̣αὶ Πτολεμα̣ί̣ο̣υ θεῶν̣ Φ̣ι̣λ̣ο̣[μητόρων]
[Σωτήρων ἔτο]υ̣ς̣ ἕκτ̣[ο]υ̣, [ἐφʼ] ἱ̣[ε]ρ̣έ̣ω̣ς̣ τοῦ ὄντ̣ο̣ς̣ ἐ̣[ν Ἀ]λ̣εξ̣[ανδρείαι Ἀλεξάνδρου]
[καὶ θεῶν Σωτήρ]ων καὶ θεῶ̣ν Ἀ̣δ̣ελφῶν καὶ θεῶ̣ν̣ Εὐεργετῶ̣[ν καὶ θεῶν Φιλο-]
[πατόρων καὶ θε]ῶν Ἐπιφα̣ν̣ῶν καὶ θεοῦ Εὐπάτορος καὶ θ̣ε̣ο̣ῦ̣ Φ̣ι̣λ̣ομή̣το̣[ρος]
5[καὶ θεοῦ Φιλοπάτο]ρος καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρ̣ων, ἱεροῦ
[πώλου Ἴσιδος μ]η̣τ̣ρ̣ὸς θεῶν με̣γάλης, στεφανηφόρου βασιλ̣[ί]σ̣σης Κλεο-
[πάτρας θεᾶς Φιλο]μήτ\ο/ρος Σωτείρας Δικαιοσύνης Νικηφόρου, ἀ̣θλοφόρου
[Βερενίκης Εὐεργ]έτιδος, φωσφόρου βασιλίσσης Κλεοπάτρας θεᾶς Φιλ̣[ομ]ή̣-
[τορος Σωτείρας Δ]ικαιοσύνης Νικηφόρου, κανηφόρου Ἀρσινόης Φιλαδέλφου,
10[ἱερείας Ἀρσινόης Φ]ι̣λοπάτο̣ρ̣ο̣ς̣ τῶν οὐσ̣ῶ̣ν̣ ἐ̣ν̣ Ἀ̣[λ]ε̣ξ̣ανδρείαι, μην̣ὸ̣ς̣
[Δύστρου ἑβδόμηι] καὶ εἰκ̣ά̣[δι, Τ]ῦ̣β̣ι [ἑ]β̣δ̣ό̣[μ]η̣ι̣ [καὶ εἰκάδ]ι, ἐ̣ν̣ κ̣ώμηι Τ̣ή̣ν̣ε̣ι̣
[τῆι καὶ Ἀκώριος τοῦ] Ἑρμοπ̣ολίτου. [ἐδάνεισεν] Ὀνίας̣ Ἀμμωνίου
[- ca.9 - Μακεδὼ]ν̣ τῶν φερομένων ἐν Κ̣λεοπάτραι κ̣ληρούχων
[Διονυσίωι Κεφαλ]ᾶτος Πέρσηι τῆς ἐπιγονῆς πυροῦ στερεοῦ ἀρτάβας
15[εἴκοσι τέσσαρες , ἃς ἐκ]τετ̣α̣μίευ̣τ̣α̣ι̣ π̣α̣ρ̣ʼ α̣ὐ̣τ̣ο̣ῦ̣· τ̣ὸ̣ν̣ δ̣ὲ̣ πυ̣ρ̣ὸν ἄτοκον
[ἀποδότω Διονύσιος Ὀνίαι] ἢ τοῖς παρʼ αὐτοῦ ἐν μηνὶ Λωίωι ὅς ἐστιν
[Παῦνι τοῦ ἕκτου] ἔτους, πυ̣ρ̣ὸν στερεὸν νέον καθαρὸν ἄδολον, μέτρ̣[ωι]
[τῶι πρὸς τὸ χαλκ]ο̣ῦν καὶ καταστησάτ̣ω̣ ἐ̣π̣ὶ̣ τ̣ὸ̣ν κατὰ τὴν Ἀκώριος
[ὅρμον τοῖς ἰδίοις ἀνηλώμα]σ̣ι· ἐὰν δὲ μ̣ὴ̣ [ἀπο]δ̣ῶι κα̣θʼ ἃ γέγραπται,
20[ἀποτεισάτω Δι]ο̣ν̣ύ̣σ̣[ιος Ὀνί]α̣ι ἢ τοῖς π̣αρʼ α̣ὐ̣τ̣[ο]ῦ̣ τ̣ιμ̣ὴν ἑκάστης
[ἀρτάβης χαλκοῦ] δ̣ρ̣α̣χ̣μ̣ὰς τρισχιλίας κα̣ὶ τοῦ ἡμίσους τὸ κατὰ
[λόγον· ἡ δὲ πρᾶξι]ς̣ ἔσ̣τ̣ω Ὀνίαι καὶ τοῖς παρʼ αὐτοῦ τῶν κατὰ τὴν
[συγγραφὴν ἔκ τε αὐτοῦ] Διον̣υ̣σ̣ί̣ου καὶ ἐκ τ̣ῶν̣ ὑ̣παρχόντων
[αὐτῶι πάντων καθʼ ἅπερ ἐκ δίκη]ς̣· ἡ συγγρα̣φ̣ὴ̣ ἥ̣δ̣ε κυρία ἔστω̣.
25[μάρτυρες· Δωριεὺς   ̣  ̣  ̣  ̣  ̣ ο]υ̣, Ἑρμόφιλος Ἀμμωνίου, Ἀπολλώνιος
[  ̣  ̣  ̣  ̣  ̣, οἱ τρεῖς Πέρσαι, Ἀμμ(?)]ώ̣νιος Ἀπολλωνίου, Ἡρακλείδης Ἀχιλέως,
[- ca.17 -, οἱ τρ]ε̣ῖ̣ς Μακεδόνες, πάντες Κλεοπατρεῖς.
συγγραφοφύλαξ· Δωριεύς.
[(hand 2) Διονύσιος Κεφαλᾶτος Πέρσ]η̣ς̣ τ̣ῆ̣ς̣ ἐ̣π̣ι̣γ̣ο̣ν̣ῆ̣ς̣ ἀ̣π̣έ̣χ̣ω̣ τ̣ὴ̣ν̣ τιμὴν τῶν
30[εἴκοσι τεσσάρων ἀρτα]β̣ῶν τ̣ο̣ῦ̣ σ̣τ̣ε̣ρ̣ε̣ο̣ῦ̣ π̣υ̣ρ̣ο̣ῦ̣ κ̣α̣ὶ̣ π̣ά̣ν̣τα π̣ο̣ι̣ή̣σω καθʼ ὅτι
[πρόκειται καὶ δέδ]ωκα κυρίαν Δωριεῖ.
(hand 3) [Δωριεὺς ἔχω κυρία]ν̣ (hand 5) ἔτους ϛ̣ Τ̣ῦ̣β̣ι̣ κ̣ζ̣ ἐν κώ(μηι) Τήνει τοῦ
(hand 5) Μ̣ωχίτου· [ἀναγέγρ(απται) διʼ Ἀπολλω]ν̣ί̣ο̣υ̣.
r,int
Traces 2 lines v
[(hand 4) Ὀνίου Δω]ριέως Ἀ[πολλωνίου Ἡρακλείδου]
35[Διονυσίου Ἑρμο]φίλου Ἀ[μμωνίου (?) ⁦ -ca.?- ⁩]
(hand 6) ἔτους ϛ Τῦβι κζ̣· δ̣ά(νειον) Δ̣ι̣ο̣ν̣υ̣(σίου)
[το]ῦ̣ Κεφαλᾶτ̣ο̣ς̣ π̣υ̣ρ̣ο̣ῦ̣ (ἀρταβῶν) κ̣[δ].

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.