DDbDP transcription: p.flor.3.367 [xml]
III spc Arsinoite?
r
Αὐρήλ(ιος) Θεωνεῖνος Διδύμω[ι τῶι]
τιμιωτάτωι χαίρε[ιν].
ἐγὼ δὲ οὐ μειμήσομαί(*) σε οὐδὲ τ[ὰς ἀ-]
πανθρώπους σου ἐπιστολὰς, ἀλλʼ [ἐπι-]
5στέλλω ὡς Θεωνεῖνος πάλιν Δ[ιδύ-]
μῳ. καὶ γὰρ καὶ πολλάκις μου ἐπιστεί-
λαντός σοι καὶ χάρτας ἐπιστολικο[ὺς ἀπο-]
στείλαντος, ἵ(*)νʼ εὐπορῇς τοῦ γρά[φειν]
μοι, σὺ οὐδὲ ὅλ̣ως ἠξίωσας καθʼ ὁ[ντι-]
10νοῦν τρόπον μεμνῆσθαί μο[υ· ἀλ-]
λὰ δηλονότι πλούτῳ γαυρωθεὶς [καὶ]
πολλῇ χρημάτων περιουσίᾳ ὑπ[ερη-]
φανεῖς τοὺς φίλους. μὴ δὴ πρὸς Θε[ω-]
νεῖνον τὸν ἀδελφὸν τοιοῦτος γί̣-
15νου, ἀλλ[ὰ γράφε σ]υνεχέστερον ἡ-
μεῖν(*) ἐ[πιστολὰς, ἵν]α καὶ διὰ τῶν
γραμ[μάτων ὁ φίλος εὐ]π̣ορ̣ῇ μανθά-
νων [τὰ σοῦ(?) ὅτι γὰρ π]αρ̣ὰ τῶν πρὸς
ἡμὰς [ἐρχομένων πολυπ]ραγμονῶν
20ἑκάστ̣[ο]τε̣ [πε]ρ̣ὶ̣ τ̣ῆ̣[ς ὑγ]είας(*) σου πυνθά-
νομαι, τοῦτο οὐδ̣ὲ σὺ ἀγνοεῖς. τὸν πα-
τέρα ἡμων Σουχίωνα προσαγ̣ο̣ρεύ[ω](*). v
Διδύμωι φίλωι.
Αὐρήλ(ιος) Θεωνεῖνος Διδύμω[ι τῶι]
τιμιωτάτωι χαίρε[ιν].
ἐγὼ δὲ οὐ μειμήσομαί(*) σε οὐδὲ τ[ὰς ἀ-]
πανθρώπους σου ἐπιστολὰς, ἀλλʼ [ἐπι-]
5στέλλω ὡς Θεωνεῖνος πάλιν Δ[ιδύ-]
μῳ. καὶ γὰρ καὶ πολλάκις μου ἐπιστεί-
λαντός σοι καὶ χάρτας ἐπιστολικο[ὺς ἀπο-]
στείλαντος, ἵ(*)νʼ εὐπορῇς τοῦ γρά[φειν]
μοι, σὺ οὐδὲ ὅλ̣ως ἠξίωσας καθʼ ὁ[ντι-]
10νοῦν τρόπον μεμνῆσθαί μο[υ· ἀλ-]
λὰ δηλονότι πλούτῳ γαυρωθεὶς [καὶ]
πολλῇ χρημάτων περιουσίᾳ ὑπ[ερη-]
φανεῖς τοὺς φίλους. μὴ δὴ πρὸς Θε[ω-]
νεῖνον τὸν ἀδελφὸν τοιοῦτος γί̣-
15νου, ἀλλ[ὰ γράφε σ]υνεχέστερον ἡ-
μεῖν(*) ἐ[πιστολὰς, ἵν]α καὶ διὰ τῶν
γραμ[μάτων ὁ φίλος εὐ]π̣ορ̣ῇ μανθά-
νων [τὰ σοῦ(?) ὅτι γὰρ π]αρ̣ὰ τῶν πρὸς
ἡμὰς [ἐρχομένων πολυπ]ραγμονῶν
20ἑκάστ̣[ο]τε̣ [πε]ρ̣ὶ̣ τ̣ῆ̣[ς ὑγ]είας(*) σου πυνθά-
νομαι, τοῦτο οὐδ̣ὲ σὺ ἀγνοεῖς. τὸν πα-
τέρα ἡμων Σουχίωνα προσαγ̣ο̣ρεύ[ω](*). v
Διδύμωι φίλωι.
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.