DDbDP transcription: p.oxy.14.1668 [xml]
III spc Oxyrhynchus
v
Χάρμος τοῖς ἀδελφοῖς πλ[εῖστα]
χαίρειν. πρὸ μὲν πάντων
εὔχομαι ὑμᾶς ὁλοκληρεῖν.
συνέβαλον τῷ Σκωρὺ χάριν
5τῶν ἐργαστηρίων, καὶ πρότε-
ρον μὲν ἔλεγεν ὅτι ἢ δός μο̣ι̣
(ἀρτάβας) ιβ, ἢ λαβὲ (ἀρτάβας) ι̣β, καὶ περὶ
τούτου διὰ προτέρας ἐπιστολῆς
ἐδήλωσά σοι, νῦν δέ μοι ἔλε-
10γεν ὅτι τὸ ἐφήμισυ ἐδώ-
καμεν τοῖς ἐργαζομένοις.
οὔπω οὖν ἐγὼ αὐτῷ συνε-
θέμην περὶ τούτου, ἄχρι οὗ
σοι δηλώσω. εἶπεν γάρ \μοι/ ὅτι οὐ-
15δʼ οὕτως συνέθεντο οἱ ἐρ-
γαζόμ[ε]νοι, ἐπὶ(*) ἡ τειμὴ(*) τοῦ
σ̣είτ̣ου(*) ὀλίγη ἐστίν. ὁ ἡγε-
μὼν ἀμνησίαν ἔπεμψεν
ἐνθά\δε/, καὶ οὐκέτι φόβος οὐ-
20δὲ εἷς ἔνει(*). ἐὰν οὖν
θέλεις, ἴ(*)σελθε(*) καταφρονῶ(ν),
⟦ἐπὶ(*)⟧ \ἡμεῖς γὰρ/ οὐκέτι δυνόμεθα(*) ἔσω
μεῖναι. πολλὰ γὰρ Ἀνν̣όη
παρατρείβεται(*) ἀναβάσει.
25καὶ τὴν ὑμῶν παρουσί-
αν ἐγδεχόμεθα(*), ἵ(*)να μὴ
ἀλόγως ἀποστῶμεν·
νομίζει γὰρ ὅτι αὐτὴ
μόνη οἰκίαν ἔχει ἐν-
30θάδε. ἀσπάζεται ὑμᾶς
Ἡρακλέα καὶ ἡ μήτηρ αὐ-
τῆς. ἀσπαζόμεθα τὰ
παιδία, μεθʼ ὧ(ν) ἐρρῶ[σθ]αι
ὑμᾶς εὔχομ(αι) ε[ὖ διάγ]ον-
35τας. r
ἀ(πόδος) Σωπάτρῳ π(αρὰ) τοῦ ἀδελφοῦ.
Χάρμος τοῖς ἀδελφοῖς πλ[εῖστα]
χαίρειν. πρὸ μὲν πάντων
εὔχομαι ὑμᾶς ὁλοκληρεῖν.
συνέβαλον τῷ Σκωρὺ χάριν
5τῶν ἐργαστηρίων, καὶ πρότε-
ρον μὲν ἔλεγεν ὅτι ἢ δός μο̣ι̣
(ἀρτάβας) ιβ, ἢ λαβὲ (ἀρτάβας) ι̣β, καὶ περὶ
τούτου διὰ προτέρας ἐπιστολῆς
ἐδήλωσά σοι, νῦν δέ μοι ἔλε-
10γεν ὅτι τὸ ἐφήμισυ ἐδώ-
καμεν τοῖς ἐργαζομένοις.
οὔπω οὖν ἐγὼ αὐτῷ συνε-
θέμην περὶ τούτου, ἄχρι οὗ
σοι δηλώσω. εἶπεν γάρ \μοι/ ὅτι οὐ-
15δʼ οὕτως συνέθεντο οἱ ἐρ-
γαζόμ[ε]νοι, ἐπὶ(*) ἡ τειμὴ(*) τοῦ
σ̣είτ̣ου(*) ὀλίγη ἐστίν. ὁ ἡγε-
μὼν ἀμνησίαν ἔπεμψεν
ἐνθά\δε/, καὶ οὐκέτι φόβος οὐ-
20δὲ εἷς ἔνει(*). ἐὰν οὖν
θέλεις, ἴ(*)σελθε(*) καταφρονῶ(ν),
⟦ἐπὶ(*)⟧ \ἡμεῖς γὰρ/ οὐκέτι δυνόμεθα(*) ἔσω
μεῖναι. πολλὰ γὰρ Ἀνν̣όη
παρατρείβεται(*) ἀναβάσει.
25καὶ τὴν ὑμῶν παρουσί-
αν ἐγδεχόμεθα(*), ἵ(*)να μὴ
ἀλόγως ἀποστῶμεν·
νομίζει γὰρ ὅτι αὐτὴ
μόνη οἰκίαν ἔχει ἐν-
30θάδε. ἀσπάζεται ὑμᾶς
Ἡρακλέα καὶ ἡ μήτηρ αὐ-
τῆς. ἀσπαζόμεθα τὰ
παιδία, μεθʼ ὧ(ν) ἐρρῶ[σθ]αι
ὑμᾶς εὔχομ(αι) ε[ὖ διάγ]ον-
35τας. r
ἀ(πόδος) Σωπάτρῳ π(αρὰ) τοῦ ἀδελφοῦ.
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.