DDbDP transcription: p.oxy.55.3814 [xml]
III/IV spc Oxyrhynchus
r,ctr
κυρίῳ μου πατρὶ Ἀπολλωνίῳ
Θεόδωρος χαίρειν.
ἐπέστιλάς(*) μοι ὡς περὶ τῶν τεκτό-
νων. καὶ ἀπόντος σου πολλάκις
5τέκτονες μετεπέμφθησαν καὶ
ἐργάται καὶ ἕτερα πράγματα, καὶ ᾐ-
δέσθησαν οἱ συνάρχοντες ἡμῶν
τὴν ἀπουσίαν \σου/. μή πού \γε/ σοῦ ἐπιδη-
μοῦντος οὐκ ἄν τις τολμήσα̣ι̣(*) ὀνο-
10μάσαι τινα τῶν διαφερόντων
ἡμῖν. θάρσει οὖν, πατήρ, περὶ τού-
του. ἐπʼ ὀνομάτων \γὰρ/ ἠθέλησεν
Σαραπίων ὁ ἐπίτροπος τριά-
κοντα τέκτονας ἀποσταλῆναι
15ἐπὶ τὸν Τραϊ(*)ανὸν ποταμόν, ἑσ-
πέρας δὲ ἐπεδήμησα̣ι̣(*) ἡμῖ(ν)
Διόσκορος καὶ οὐκ ἴ(*)σχυσα διὰ
τὴν αἰτίαν τῆς ὥρας τὰ ὀνόμα-
τα αὐτῶν ἐκλαβεῖν καὶ ἐπιστῖ-
20λαί(*) σοι. αὔριον οὖν ἐπιστέλλω
σοι καὶ τὰ ὀνόματα τῶν μετα-
πεμφθέντων. ἤκουσα οὖν ὅτι
τὰ συνήθη πάσχεις καὶ διὰ τὴν
αἰτίαν ταύτην παρʼ ἐμαυτῷ με-
25μένηκα τὴν σήμερον. σὺν θεῷ
δὲ κἀγὼ(*) σοι(*) καταλήμψομαι τῆς
ὑ̣γί̣ας(*) σου ἕνεκεν. ἐρρῶσθαί σε εὔχο-
μαι. r,ms
(perpendicular) ἀπέστιλά(*) σοι οὖν καὶ τὰ ἀποσταλέντα μοι ἀπὸ πόλεως ὑπὸ Εὐδαίμονος γράμματα,
(perpendicular) 30 καὶ τὰ βιβλία ἅπερ ἠθέλησας κατὰ τοῦ Σαρμάτου δοθῆναι δέδωκα. v
κυρίῳ μου πατρὶ Ἀπολλωνίωι vac. ? Θεόδωρος.
(inverse) ο̣υ̣ερε̣ ̣θ( )
(inverse) Traces 3 lines
κυρίῳ μου πατρὶ Ἀπολλωνίῳ
Θεόδωρος χαίρειν.
ἐπέστιλάς(*) μοι ὡς περὶ τῶν τεκτό-
νων. καὶ ἀπόντος σου πολλάκις
5τέκτονες μετεπέμφθησαν καὶ
ἐργάται καὶ ἕτερα πράγματα, καὶ ᾐ-
δέσθησαν οἱ συνάρχοντες ἡμῶν
τὴν ἀπουσίαν \σου/. μή πού \γε/ σοῦ ἐπιδη-
μοῦντος οὐκ ἄν τις τολμήσα̣ι̣(*) ὀνο-
10μάσαι τινα τῶν διαφερόντων
ἡμῖν. θάρσει οὖν, πατήρ, περὶ τού-
του. ἐπʼ ὀνομάτων \γὰρ/ ἠθέλησεν
Σαραπίων ὁ ἐπίτροπος τριά-
κοντα τέκτονας ἀποσταλῆναι
15ἐπὶ τὸν Τραϊ(*)ανὸν ποταμόν, ἑσ-
πέρας δὲ ἐπεδήμησα̣ι̣(*) ἡμῖ(ν)
Διόσκορος καὶ οὐκ ἴ(*)σχυσα διὰ
τὴν αἰτίαν τῆς ὥρας τὰ ὀνόμα-
τα αὐτῶν ἐκλαβεῖν καὶ ἐπιστῖ-
20λαί(*) σοι. αὔριον οὖν ἐπιστέλλω
σοι καὶ τὰ ὀνόματα τῶν μετα-
πεμφθέντων. ἤκουσα οὖν ὅτι
τὰ συνήθη πάσχεις καὶ διὰ τὴν
αἰτίαν ταύτην παρʼ ἐμαυτῷ με-
25μένηκα τὴν σήμερον. σὺν θεῷ
δὲ κἀγὼ(*) σοι(*) καταλήμψομαι τῆς
ὑ̣γί̣ας(*) σου ἕνεκεν. ἐρρῶσθαί σε εὔχο-
μαι. r,ms
(perpendicular) ἀπέστιλά(*) σοι οὖν καὶ τὰ ἀποσταλέντα μοι ἀπὸ πόλεως ὑπὸ Εὐδαίμονος γράμματα,
(perpendicular) 30 καὶ τὰ βιβλία ἅπερ ἠθέλησας κατὰ τοῦ Σαρμάτου δοθῆναι δέδωκα. v
κυρίῳ μου πατρὶ Ἀπολλωνίωι vac. ? Θεόδωρος.
(inverse) ο̣υ̣ερε̣ ̣θ( )
(inverse) Traces 3 lines
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.