DDbDP transcription: p.oxy.46.3314 [xml]
IV spc Oxyrhynchus
r
κυρίῳ μου πατρὶ Ἰ(*)ωσῇ καὶ τῇ συμβίῳ μου
Μαρίᾳ Ἰούδας.
προηγουμένως εὔχομαι τῇ θίᾳ(*) προνοίᾳ
περὶ τῆς ὑμῶν ὁλοκληρίας ἵνα καὶ ὑγιαίνοντας
5ὑμᾶς ἀπολάβω. πᾶν οὖν ποίησον, κυρία μου
ἀδελφή, πέμψον μοι τὸν ἀδελφόν σου, ἐπιδὴ(*)
εἰς νόσον περιέπεσα ἀπὸ πτώματος ἵππου.
μέλλοντός μου γὰρ στραφῆναι εἰς ἄλλο μέρος̣,
οὐ δύναμαι ἀφʼ ἐμαυτοῦ, εἰ μὴ ἄλλοι δύο ἄνθρω̣π̣ο̣ι̣
10ἀντιστρέψωσίν με καὶ μέχρις ποτηρίου
ὕδατ[ο]ς οὐ̣κ ἔχω̣ τὸν ἐπ̣ι̣δίδουντά(*) μοι.
βο̣ή̣θ̣η̣σ̣ο̣ν̣ ο̣ὖν, κυρία μου ἀδελφή. σπουδαῖόν σοι
γενέσθω ὅπως τὸ τάχος πέμψῃς μοι, ὡς
προεῖπον, τὸν ἀδελφόν σου. εἰς τὰ̣ς̣ τοιαύτας
15γὰρ ἀνάγκας εὑρίσκο̣νται οἱ ἴδιοι τοῦ ἀνθ̣ρώπο̣υ̣.
ἵνα οὖν καὶ σοὶ(*) παραβοηθήσῃς μοι τῷ ὄ̣ντι
ἐπὶ ξένης καὶ ἐν νόσῳ ὄντι. καὶ πλοῖον
ἐπεζήτησα ἐνβῆναι(*) καὶ οὐχ εὗρον τὸν
ἐπιζητοῦντά μοι. ἐν τῇ γὰρ Βαβυλῶνεί εἰμεί(*).
20προσαγορεύω τὴν θυγατέρα μου καὶ πάν-
τας τοὺς φιλοῦντας ἡμᾶς κατʼ ὄνομα.
vac. ?
καὶ ἐὰν χρίαν(*) ἔχῃς κέρματος, λάβε παρὰ Ἰσὰκ τον(*) κ̣ολοβ̣ο̣ν(*),
τον(*) ἔνγιστα(*) σοι μενον[τ]α(*)
vac. ?
(hand 2) ἐρρῶσθαι ὑμᾶς εὔχομαι
25πολλοῖς χρόνοις. v
ἀπόδος συμ ̣ ̣ ̣ ̣ [- ca.50 -]

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.