DDbDP transcription: p.lond.6.1924 [xml]
IV spc ?
r
τῷ ἀγαπητῷ πατρὶ ἄπα Παπνουθίῳ
Αὐσόνιος.
μεμνημένος τῶν ἐντολῶν τ̣ῆς σῆς
θεοσεβίας(*) μετεπεμψάμην Ὧρον τὸν
5ἀπὸ Φιλονίκου καὶ ὑ(*)πέμνησα αὐτόν,
Γάλλον δὲ̣ ἠξίωσα ἐν ἅπασι ὑ(*)πομνῆσαί με
ἵ(*)νʼ ἐν τοῖς̣ [δυ]νατοῖς τὴν παρʼ ἐμοῦ σπουδὴν
ἐνδείξω· [ἵ]να δὲ καὶ ἐπὶ τούτ[ο]υ̣ καὶ ἐπὶ πάντων̣
κελεύσῃς πα̣ρακαλῶ τὰ μεγάλα. μέμνησο δέ
10μου ἐν τ̣[αῖ]ς ἁγίαις σου εὐχαῖς. (hand 2) ἐρρωμένον σε
καὶ εὐχόμενον ὑπὲρ ἡμῶν
ὁ θεὸς διαφυλάξῃ, ἀγαπη-
τὲ πάτερ. v
(hand 1) τῷ ἀγαπητῷ πατρὶ ἄπα Παπνουθ(ίῳ)
15Αὐσόνιος.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.