DDbDP transcription: p.enteux.6 [xml]
222 BC Magdola
[Reprinted from: .] P.Lille 2 9
r
βασιλεῖ Πτολεμαίωι χαίρειν Ἐποῆρις Πανῆτος, ἰσιονόμος, κατοικοῦσα Ἀθηνᾶς κώμην,
τῆς Θεμίστου μερίδος. ὑπάρχει μοι ἰσιεῖον ἐν τῆι προγεγραμμένηι κώμηι, ὃ συμβέβηκεν
πεπονεκέναι(*) καὶ διὰ τοῦτο μὴ δύνασθαι ἐν αὐτῶι καταγίνεσθαι, φοβουμένη μὴ συμπέσηι.
δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι οἷς καθήκει,
5ἐάνπερ ᾖ ἃ γράφω ἀληθῆ, δοθῆναί μοι τὴν καθαίρεσιν, ἐφʼ ὧι ἀνοικοδομήσασα ἀποκατα-
στήσω ἐπὶ τὸ αὐτὸ καὶ αἱ θυσίαι συντε[λῶ]νται(*) ὑπέρ τε σοῦ καὶ τῆς ἀδελφῆς καὶ τῶν τέκνων.
τούτου γὰρ γενομέν[ο]υ, ἔσομαι τετευχυῖα τῆς παρὰ σοῦ φιλανθρωπίας.
vac. ? εὐτύχει.
vac. ?
(hand 2) Στράτωνι. παραλαβὼν τὸν ̣ ̣ε̣ι̣ ἐπιστάτην καὶ τὸν κω(μο)γρ(αμματέα), ἐπί(σκεψαι) καὶ, ἐὰν ἦι ἃ γράφει ἀληθῆι̣(*), ἔ̣α̣σ̣ο̣ν
10καθελεῖν, ἐπιμ[ελὲς δέ σ]οι ἔστω ὅπ(ως) πάλιν ἀνοικοδομηθῆι ⟦καὶ⟧ μὴ χεῖρον τοῦ προυπάρχοντος
ἰσιεί(ου) ἀ̣λ̣λ̣ὰ̣ κ ̣ ̣[ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣] κατὰ τὸ πρόσταγμα.
vac. ? (ἔτους) κε, Λώ(ιου) κϛ, Χοίαχ ιγ. v
[(ἔτους) κε, Λώιου κϛ Χοίαχ ιγ.]
Ἐποῆρις Πανῆτος
περὶ καθαιρέσεως ἰσιείου.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.