DDbDP transcription: p.enteux.15 [xml]
218 BC Magdola
[Reprinted from: .] PLille2,31
r
βασιλεῖ Πτολεμαίωι χαίρειν Ἱππόνικος Ἱππονίκου, Μακεδὼν τῆς ἐπιγονῆς. Ἑρμίας
ὁ ἀδελφός μου τελευτῶν καταλείπει μοι ἀμπελῶνα περὶ Θεογονίδα \κατὰ διαθήκην ̣ ̣ ̣ ̣π ̣ ̣ ̣ ̣το̣ ̣/, ἐφ ὧι ἐπεδεδά-
νειστο παρὰ Ἱππονίκου, Ἀρκάδος, τῆς τῶν Θεσσαλῶν καὶ τῶν ἄλλων Ἑλλήνων ἱπ-
παρχίας ἑβδομηκονταρούρου, χαλκοῦ (δραχμὰς) Γ. τοῦ δὲ χρόνου τοῦ κατὰ τὴν ὑπο-
5θήκην ἐπιγύου ὄντος, ἐπιχωρεῖ ἡμῖν ὁ δανείσας Ἱππόνικος συνανανεώσασθαι,
ἐγὼ δὲ νεώτερός εἰμι. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Διοφάνει τῶι
στρατηγῶι γράψαι Μόσχωι τῶι ἀγορανόμωι προσδέξασθαι τὴν ἀνανέωσιν παρὰ
τοῦ Ἱππονίκου ἐκ τοῦ Ἑρμίου τοῦ τετελευτηκότος ὀνόματος, ἵνα μὴ συμβῆι, νε-
ωτέρου μου ὄντος, ἐπικαταβολὴν γενέσθαι τοῦ ἀμπελῶνος καὶ ἀποστερηθῶ πλείο-
10νος ἀξίου ὄντος, ἀλλʼ ἐπὶ σέ, βασιλεῦ, καταφυγών, τὸν πάντων κοινὸν εὐεργέτην,
τῶν εὐγνωμόνων τύχω. vac. ? εὐτύχει.
(hand 2) Μόσχωι. ἐὰν ποιῆται τὴν \ἀνανέωσιν/ ⟦ἐπίλυσιν⟧ ἐκ τοῦ τετε[λευτ]ηκ̣[ότο]ς ὀ[νό]ματο̣ς̣ ̣ ̣ ̣εξαι κατὰ τοὺς νό(μους) καὶ τὰ [δι]αγράμματα
καὶ τὰ πρ(οσ)τάγματα εἰ μὴ τί ἐστιν αλλ ̣ε̣ι ̣ ̣[ -ca.?- ]εις ̣κ ̣ ̣ ̣μ̣ε̣ν ̣ς λυθ[ ̣ ̣]ς ̣ ̣
(ἔτους) δ, Δαισίου κζ, Ἁθὺρ κθ. v
(ἔτους) δ, Δαισίου κζ, Ἁθὺρ κθ
Ἱππόνικος Ἱππονίκου
Μακεδὼν περὶ ὧν ἀξιοῖ.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.