DDbDP transcription: p.enteux.26 [xml]
221 BC Magdola
r
βασιλεῖ Πτολεμαίωι χαίρειν \Κτησικλῆς/. ἀδικοῦμαι ὑπὸ Διονυσίου καὶ Νίκης τῆς θυγατρός μου.
ἐμοῦ γὰρ ἐκθρέψαντος τὴν ἐμαυτοῦ θυγατέ[ρα] καὶ παιδεύσαντος καὶ ε[ἰς ἡ]λικίαν ἀγαγόν-
τος, ἀκληρήσαντος δέ μου κατὰ τὸ ἴδιον σῶμ[α] καὶ τοῖς ὀφθαλμοῖς ἀδυνατοῦντος, οὐχ οἵα
μοι ἦν ἐπαρκεῖν τῶν ἀναγκαίων οὐδέν· ἐμοῦ δὲ βουλομένου [π]αρʼ αὐτῆς τὸ δίκαιον
5λαβεῖν ἐν Ἀλεξανδρείαι, κατεδεήθη μου, καὶ τοῦ ιη (ἔτους) ἐχειρογράφησέ μοι ὅρκον βασιλικὸν
ἐπὶ τοῦ Ἀρσινόης ἀκτίας ἱεροῦ, δώσειν μοι καθʼ ἕκαστον μῆνα δραχ[μὰ]ς εἴκοσι , ἐργαζομένη
αὑτῆι τῶι ἰδίωι σώματι· ἐὰν δὲ μὴ ποιῆι ἢ πα[ρ]αβαίνη[ι] τι τ[ῶν κατὰ τὴν] χειρογραφίαν
ἀπ[οτεῖσα]ί μοι αὐτὴν (δραχμὰς) φ ἢ τῶι ὅρκωι ἔνοχον εἶναι. [νῦν δὲ φθαρεῖσα ὑπὸ Διονυσ]ίου, ὄ̣ντος
κιναί[δο]υ, οὐ π̣[οιεῖ] μοι τῶν κατὰ τὴν χειρογραφ[ί]αν οὐδ[ὲν] καταφρονοῦ[σά μου διὰ τοῦ γ]ή-
10ρως κ[αὶ τ]ῆς ὑπ[αρ]χούσης μ̣οι ἀκληρίας. δέομαι οὖν [σου], βασιλεῦ, [μ]ὴ πε[ριιδεῖν με ὑ]πὸ τῆς
θυγ[ατρὸ]ς ἀδικού[μ]ενον καὶ Διονυσίου τοῦ φθε[ί]ραντος [αὐ]τὴν κινα[ί]δ[ου, ἀλλὰ προστάξ]αι
Διοφά[νει] τῶι [στρατ]ηγῶι ἀνακαλεσάμενον αὐτοὺς διακ[ο]ῦσαι [ἡμῶν -ca.?- ]
τῶι μ[ ̣ ̣] φθε[ίρ]α[ν]τι αὐτὴν χρήσασθαι Διοφάν[η]ν ὡς ἂν α[ὐτῶι φαίνηται, Νίκην δὲ]
τὴν θ[υγατέρ]α μου ἐπαναγκάσαι τὰ δίκαιά [μ]οι ποιεῖν κ[- ca.10 - τούτων γὰρ γενο-]
15μένω̣[ν, οὐ]κ ἀδικηθήσομαι, ἀλλὰ ἐπὶ σέ, βασιλε[ῦ], καταφυ[γών τοῦ δικαίου τεύξομαι].
vac. ?
(hand 2) συναπεστάλη Εὐφορ[ ̣ ̣] ̣ ̣ ̣ ̣[ -ca.?- ] v
(ἔτους) α, Γορπιαίου λ, Τῦβι ιγ.
Κτησικλῆς πρὸς Διονύσιον καὶ
Νίκην τὴν θυγατέρα περὶ χειρογρ(αφίας).

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.