DDbDP transcription: p.enteux.34 [xml]
218 BC Magdola
[Reprinted from: .] PLille2,26
r
βασιλεῖ Πτολεμαίωι χαίρειν Σώπατρος Μέλανος καὶ Διονύσιος Ἀλκαινέτου καὶ Πτολεμαῖος
Περίτου, κάπηλοι ἐκ Κερκεσούχων. ἀδικούμεθα ὑπὸ Πετενεντήριος. τοῦ γὰρ δ (ἔτους), Μεχείρ,
ἀποδόμενος ἡμῖν οἴνου κεράμια ρκϛ, ὧν ἑξάχοα μὲν οβ, πεντάχοα δὲ νδ,
ἕκαστον μετρητὴν τὸν (ἑξάχοον) (δραχμῶν) ιδ, καὶ εἰς τοῦτο λαβὼν παρʼ ἡμῶν ἀρραβῶνα (δραχμὰς) π, ἐφʼ ὧι καὶ
5τοῦ ἐκφερομένου τὴν τιμὴν διορθούμενοι [ἐκτ]αμιευσόμεθα, ἡμῶν δὲ ἐκτεταμιευμένων
ἑξάχοα μὲν λ, πεντάχοα δὲ ϛ, κα[ὶ τ]ούτων δεδωκότων ἡμῶν ⟦τῶι π⟧ τὴν τιμὴν τῶι
παρὰ Νίκωνος, ὧι συ ̣ ̣ ̣ετα ̣ ̣η̣ ὁ̣ Πε\τε/νεντῆρις, (δραχμὰς) υϙ καὶ ἔτι πλεῖον (δραχμὰς) ρι ἵνα καὶ τ[οῦ]το ἡμῖν ὑπάρ-
χηι πλεῖον τοῦ δεδομέ[ν]ου ἀρραβῶνος, ὥστε εἶ[ν]αι τὸν ἀρραβῶνα (δραχμὰς) ρϙ, βουλομέν[ω]ν δὲ ἡμῶν
καὶ τὰ λοιπὰ ἐκταμιε[ύ]εσθαι, εὑρίσκομεν ἀ[πὸ] τ[ο]ῦ πλήθους ἐλαττονοῦντα κεράμια (ἑξάχοα) ϛ
10(πεντάχοα) η. δεόμεθα οὖν σου, βασιλεῦ, εἴ σοι δοκε̣ῖ̣, π[ρο]στάξαι Διοφάνει τῶι στρατη[γ]ῶι ἀνακαλεσάμενον τὸν
Πετεν\εν/τῆριν ἐπισκέψασθαι περὶ τούτων καὶ ἐὰ[ν] ἦι ἀληθῆ ὡς διὰ τῆ[ς] ἐντεύξεως ἐμφανίζομεν,
ἐπαναγκάσαι αὐτὸν ἀποδοῦναι ἡμ[ῖν] τὸ διάφορον τῶν ἐλαττονούντων ιδ κεραμίων, ὅσον
ἂν κατομοσώμεθα, ἵνα ἐπὶ σὲ καταφυγόντες, βασιλεῦ, τύχωμεν τοῦ δικαίου.
εὐτύχει.
15(hand 2) ̣ ̣ ̣ ̣[ -ca.?- ] (ἔτους) δ, Δίου γ, Φαμενὼθ κζ. v
(ἔτους) δ, Δίου γ, Φαμενὼθ κζ.
Σώπατρος καὶ οἱ μ[ε]τʼ αὐτοῦ
κάπηλοι πρ(ὸς) Πετενεντῆριν
περὶ διαφόρου οἴνου.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.