DDbDP transcription: p.enteux.45 [xml]
222 BC Magdola
r
βασιλεῖ Πτολεμα[ί]ωι χαίρειν Φίλων Ἀ[ρκ]ὰ[ς](*) τοῦ ἀγήματος πεντακοσίαρχος κληροῦχος. ἀδικοῦμαι
ὑπὸ Ἀπολλωνίο[υ Α]ἰνίου(*), τῆς δευτέρ[ας] ἱππαρχία[ς] ἑκατονταρούρου, και Φιλωτ[ί]δος τῆς μητρὸς αὐ-
τοῦ οἵ ε[ἰ]σιν [ἐν Ἱε]ρᾶ[ι] νήσω̣ι̣ Θεῶν Σωτή[ρω]ν. χρησάμ[ενο]ι̣ γὰρ παρʼ ἐμοῦ χαλκοῦ δραχμὰς ἑκατὸν καὶ πεν-
τ[ή]κ[ο]ντα δι[ὰ] χε[ι]ρὸς ὥστε κα[τά]φ[ρακ]τα καὶ χε[ιρίδ]α πρίασθαι Ἀπο[λλωνίωι ̣ ̣ ̣ ̣ ̣ ̣] ̣ανατ̣ ̣ ̣ ̣ ̣
5[π]λεον[άκις] ἀπηιτημένοι(*) ὑπʼ ἐ[μοῦ] οὐκ ἀπεδ[ί]δουν μοι, φάμενοι ἀκαιρεῖν· ἐγὼ δὲ̣ ε̣ἰ̣ς̣ οἰκείο̣[υς τοῖς]
[και]ροῖς συνπεριεφερόμην ἕως τ[οῦ νῦν]. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστ[άξ]αι Δ[ι]οφά[νει τῶι στρα-]
[τη]γῶι γράψαι Μενέλλαι [τῶι ἐπιστά]τηι ἀποστεῖλαι Ἀπολλώνιον και Φιλωτίδα [ἐ]φʼ αὑτ[ὸ]ν καὶ ἐ̣[ὰν μὲν ὁμο-]
[λογῶσιν εἰληφέ]ναι παρʼ ἐμοῦ τὰς ἑκατὸν καὶ πεντήκοντα δραχμάς, ἐπαν[αγκά]σαι Ἀπολλώνιον καὶ
[Φιλωτίδα ἀπ]οδοῦναί μοι, ἐ̣[ὰ]ν δὲ [ -ca.?- ]ι̣ ̣ ̣οσαι Ἀπολλ[ώνιον καὶ] Φιλωτίδα [ ̣ ̣ ̣ ̣ ̣] ̣
10ὧν ἐγὼ πρ[ ̣ ̣ ̣ ̣ ̣ ̣ εἰληφέ]ναι παρʼ [ἐμ]οῦ τὰς ἑκατὸν καὶ πεντήκοντα [δραχμὰς ̣ ̣ ̣] ̣ε̣ ̣ν̣α̣ι̣ τὰ κατάφρακτα
καὶ τὴν χειρίδα [ ̣ ̣ ̣ ̣ Ἀ]πολλων[ι ̣ ̣], ἐκ τῶν ἐπικεκλημένων αὐτοῖς [- ca.11 -] ̣κων κ̣αι ἀπολ[ελύ]σ-
θαι α[ὐ]τούς. τούτ[ων γ]ὰρ γενομέ[νων], ἔσομαι διὰ σέ, βασιλεῦ, τ[- ca.15 -] τετευχώς.
εὐτύχει.
(hand 2) Μενέλλ[αι](*) [μάλ]ιστα μὲν διάλυσον αὐτούς· εἰ δὲ μή, [πρὸς ἡμᾶς ἀπ(όστειλον) ὅπ(ως) ἐπι(σκεψώμεθα)].
15(ἔτους) κε, Λ(ώιο)υ κϛ, [Χοίαχ ιγ]. v
[(ἔτους) κε, Λώιου κϛ, Χοίαχ ιγ].
Ἀ̣ρ̣κὰς̣(*) πρ(ὸς) Ἀπολλώνιο[ν]
καὶ Φιλωτίδα τὴν μητ[έρα]
περὶ χρήσεως (δραχμῶν) ρν.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.