DDbDP transcription: p.enteux.46 [xml]
221 BC Magdola
[Reprinted from: .] PLille2,25
r
βασιλεῖ Π[τολεμαί]ωι χαίρειν Θε[ω]νίδης, ἐξ Ἀμμωνιάδος. ἀδικοῦμαι ὑπ[ὸ] Σεύθου
ἱππέως ἑκατ[ονταρού]ρου, ὃς κατοικεῖ ἐν τῆι αὐτῆι κ[ώ]μηι. ὀφείλων γάρ μ[ο]ι διὰ χερὸς(*)
κριθῶν (ἀρτάβας) ιε ἅ[ς μοι ἐ]τάξατο ἀποδώσειν ἀπὸ τῶν γενημάτων τοῦ κϛ (ἔτους) καὶ παρελη-
λυθότος τοῦ χρόν[ο]υ, πλεονάκι ἀπηιτημένο[ς](*) ὑπʼ ἐμοῦ, οὐκ ἀποδίδωσίν μοι. δέομαι
5οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Ἀγαθοκλεῖ
τῶι ἐπιστάτηι ἀποστεῖλαι Σεύθην [ἐ]πʼ αὐτὸν καί, ἐὰν ἦι ταῦτα ἀληθῆ, ἐπαναγ-
κάσαι αὐτὸν ἀποδοῦναί μοι, εἰ δέ τι ἀντιλέγει, μὴ ὀφείλειν ὀμόσας μοι, ἀπολελύσθω,
ἵνα μὴ ἀδικηθῶ, ἀλλʼ ἐπὶ σὲ καταφυγών, βασιλεῦ, τὸν πάντων εὐεργέτην,
τοῦ δικαίου τύχω. vac. ? εὐτύχει.
10 vac. ?
10(hand 2) Ἀγαθοκλεῖ. ἐπί(σκεψάμενος) φρ(όντισον) ὅπ(ως) τῶν δικ[αί]ων τύχηι. (ἔτους) α, Γορπιαίου λ, Τῦβι ιγ. v
(ἔτους) α, Γορπιαίου λ, Τῦβι [ιγ].
Θεωνίδης πρ(ὸς) Σεύθην
περὶ κριθῶν (ἀρταβῶν) ιε.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.