Papyri.info

sign in

p.enteux.55 = HGV P.Enteux. 55 = Trismegistos 3330



DDbDP transcription: p.enteux.55 [xml]

222 BC Magdola
[Reprinted from: .] PLille2,1

r
βασιλεῖ Π[το]λεμαίωι χαίρειν Πολεμαῖος, Μακεδών, τῶν Πυθαγγέλου καὶ Πτολεμαίου τοῦ
υἱοῦ αὐτ[ο]ῦ ἐπιλάρχης, κληροῦχος. ἀδικοῦμαι ὑπὸ Πολέμωνος, Μακεδόνος, (τριακονταρούρου), καὶ Ἀριστο-
μάχου. ἔχοντος γάρ μου κλῆρον παρὰ σοῦ, βασιλεῦ, περὶ κώμην Ἱερὰν νῆσον, τῆς Ἡρακλείδου
μερίδος, [(ἀρουρῶν)] πβ 𐅵, ἐν δὲ τῶι κγ (ἔτει) ὄντος μ[ου] ἐν Ἀλεξανδρείαι πρὸς κρίσει καὶ οὐθενὸς ὄντος
5παρʼ ἐμο[ῦ ἐ]πὶ τῶν τόπων, Πολέμων ὁ προγεγραμμένος, μισθωσάμενος ἐκ τοῦ βασιλικοῦ τὸ
ἡμικ[λήρι]ον, οὐθενὸς ὄντος μοι πρὸς αὐτὸν συναλλάγματος, ὅλον τὸν κλῆρον κατέσπειρεν
ἐν τῶι [κγ] (ἔτει), οὗ οἱ καρποὶ εἰς τὸ κδ (ἔτος)· τοῦ δὲ κδ (ἔτους), οὔτε ἐκ τοῦ βασιλικοῦ οἱ προειρημένοι μεμισθω-
μένοι τὸ ἡμικλήριον, οὔτε πρὸς ἐμὲ ὄντος αὐτοῖς οὐθενὸς συναλλάγματος, κατέσπειραν
σησάμωι καὶ σίτωι καὶ ἀπενηνεγμένοι εἰσὶν παρὰ πάντα τὰ δίκαια, συμποιοῦντος αὐτοῖς καὶ
10Φίλωνος τοῦ γενηματοφύλακος. παραγενόμενος δὲ ἐγὼ ἐξ Ἀλεξανδρείας ἀπήιτουν(*) αὐτῶν
ἑκάτερον τὰ ἐκφόρια καθότι καὶ ἐν τοῖς πρότερον χρόνοις ἐμίσθουν ἐκφόριον ἑκάστης (ἀρούρας) (πυρῶν) (ἀρτάβας) [δ 𐅵]
ὃ γίνεται πυρῶν (ἀρτάβαι) τῶν δύο ἐτῶν, τοῦ μὲν ἑνὸς ἔτους ἐκφόριον τοῦ ἡμικληρίου (πυρῶν) (ἀρτάβαι) ρπ[ε 𐅵 η´],
τοῦ δὲ κδ (ἔτους), οὗ οἱ καρποὶ εἰς τὸ κε (ἔτος), ἐκφόριον ὅλου τοῦ κλήρου πυρῶν (ἀρτάβαι) τοα δ´· οὐκ ἀποδιδό-
ασιν, ἀλλʼ ἀεὶ ὁμολογοῦντες ἀποδ[ώ]σειν παρέλκουσί με. δέομαι οὖν σου, βασιλεῦ, προστάξαι Διο-
15φάνει τῶι στρατηγῶι γράψαι Μενέλλαι τῶι ἐπιστάτηι ἀποστεῖλαι αὐτοὺς διακριθησο-
μένους· καί, ἐὰν ἦι ἃ γράφω ἀληθῆ, πραχθῆι μοι ἑκάτερος αὐτῶν τοῦ προειρημένου πλήθους
τὸ ἐπιβάλλον ἐκφόριον ἑκατέρωι, τιμὴν ἑκάστης (ἀρούρας) ἀργυρίου (δραχμῶν) δ. περὶ δὲ τοῦ βεβιασμένους
αὐτοὺς κατεσπαρκέναι, ἐξ ὑστέρου λήψομαι τὸ δ[ίκαιον] παρʼ αὐτῶν. τούτων γὰρ γενομένω[ν],
-- -- -- -- -- -- -- -- -- --
v
(ἔτους) κε, Λώιου κϛ, Χοί[αχ ιγ].
Πτολεμαῖος πρὸς
Πολέμωνα κα[ὶ Ἀρι-]
στόμαχον περὶ   ̣[  ̣
5  ̣  ̣  ̣  ̣

Apparatus


^ r.10. l. ἀπῄτουν

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.