DDbDP transcription: p.enteux.59 [xml]
222 BC Magdola
[Reprinted from: .] PLille2,3
r
βασιλεῖ Πτολεμαίωι χαίρειν Θεόδοτος, Γαδδαῖος, Φανίας. ἀδικούμεθα ὑπὸ Δημητρίου τινός. μισθώ-
σας γὰρ ἡμεῖν(*) τὸν Νικίου κλῆρον καὶ Ἀσκληπιάδου (τριακονταρούρων) οὓς ἔχουσιν περὶ κώμην Ἡρακλέαν τῆς Θεμίσ-
του μερίδος, εἰς (ἔτη) β, ἐφʼ ὧι ἄρξι(*) τῆς μισθώσεως ὁ σπόρος ὁ ἐν τῶι εκ(*) (ἔτει) εἰς τὸ σκ(*) (ἔτος), ἐκφορίου τὴν (ἄρουραν) ἑκάσ-
την (πυρῶν) (ἀρταβῶν) γ, τὸ δεύτερον (ἔτος) (πυρῶν) (ἀρταβῶν) γ 𐅵, καὶ τῆς συγγραφῆς τῆς μισθώσεως διαγορευούσης ἀκίνδυνον
5πλὴν ἀβρόχου καὶ καταβρόχου, ἡ δυνατὴ σπαρῆναι ἕως Χοίαχ ι, τὴν δὲ μὴ δυνατὴν σπαρῆναι ἕως ι
τοῦ Χοίαχ, παραλαβοντα(*) Δημήτριον καὶ ἄλλους κοινοὺς ἄνδρας γ· ἡμην(*) δὲ παραλαμβανόντων
Δημήτριον ὅπως παραδείξωμεν αὐτῶι τὴν μὴ δυνατὴν σπαρῆναι, οὐ προσέσχηκεν ἡμῶν, βουλό-
μενος παρασυνγραφεῖν, τὰ δὲ ὅρια ἡμεῖν(*) ἃ παρέδειξεν ἐφʼ οἷς συνγεγεγράμμεθα(*) οὐ βεβαιοῖ. δέομεθά σου,
βασιλεῦ, προστάξαι Διοφάνηι τῶι στρατηγῶι γράψαι Μελέαγρα(*) τῶι ἐπιστηι(*) κώμης Βουβάστου ἀποσ-
10τεῖλαι τὸν Δημήτριον ἐπὶ Δι[ο]φάνην τὸν στρατηγὸν καί,
ἐὰν ἐνδειξώμεθα τὰ διὰ τῆς ἐντεύξε-
ως ὄντα ἀληθῆ, ἐπαναγκάσαι αὐτὸν τὸ δίκαιον ἡμεῖν(*) ὑποσχεῖν. τούτου δὲ γενομένου,
ἐσόμεθα τοῦ δικαίου τετευχότες. εὐτύχει. v
(hand 2) Μελεάγρωι. μάλιστα μὲν δ[ιάλ]υσον αὐτούς· εἰ δὲ μή, πρὸς ἡμᾶς ἀπό(στειλον) ὅπ(ως) ἐπι(σκεψώμεθα). (ἔτους) κε, Λ(ώι)ου κϛ, Χοίαχ ιγ.
(ἔτους) κε, Λώιου κϛ, Χοίαχ ιγ.
Θεόδοτος, Γαδδαῖος, Φανίας
πρὸς Δημήτριον περὶ μισθώσεως
5κλήρου.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.