DDbDP transcription: p.enteux.65 [xml]
221 BC Magdola
r
βασιλεῖ Πτολεμαίωι χαίρειν Μαρρῆς Πετοσίριος. ἀδικοῦμαι ὑπὸ Ἡ[ρ]άκωντος καὶ Ἵππωνος
καὶ Πειθολάου. ὑπαρχούσης γάρ μοι κρίσεως ἐπὶ Διοφάνους τοῦ στρατ[η]γοῦ πρὸς Ἡράκωντα
καὶ Ἵππωνα περὶ διαιρέσεως ἀμπελῶνος ὃν ἐπριὰμην, ἐγ(*) βασιλικοῦ, καὶ ταύτης ὑπερβολὴν
λαβούσης διὰ τὸ αἰτησαμένους Ἡράκωντα κ[αὶ] Ἵππωνα ἡμέρας εἴκοσι φυγοδικοῦντας μὴ συν-
5αντῆσαί μ[οι κ]αὶ μετ[ά] τινα χρόνον καταπ[λε]ῦσαι Διοφάνην [ε]ἰς Ἀλεξάνδρειαν, διʼ ἣν αἰτίαν οὐδʼ ἕως
τοῦ νῦν τὰ π[ρά]γματα διέξοδον [εἴλη]φεν, ὄντος δὲ Πανήθου τοῦ ἀμπελ[ ̣]υ ̣[ ̣ ̣ ̣]μ̣[ ̣]υ μου ἐν τῶι ἀμπε-
λῶνι καὶ ἐργαζομ[έ]νου μετʼ ἄλλων ἐργατῶν, ἐπελθὼν Πειθόλαος, τοῦ β (ἔτους), μη[ν]ὸς Τῦβι δ, ἐξέβ[α]λεν
αὐτὸν καὶ τοὺς μεθʼ(*) αὐτοῦ ἐρ[γ]άτας, [ὡ]ς παραγεν[ό]μενό[ς] μοι ἀπήγγειλεν· Ἵππων δὲ καὶ Ἡράκων ἐπαφι-
έντες \τὰ αὑτῶν/ πρόβατα [ε]ἰς τὸν ἀμπελῶνά τ[ι]νας τῶν ἀ[μ]πέλων κατεφθάρκασιν ἑκουσ[ί]ω[ς, βλά]πτειν με βουλ[ό-]
10μενοι· περὶ ὧν τὸν κωμάρχην καὶ τοὺ[ς] φυλακίτα[ς] καὶ ἄλλους τινὰς ἐπαγαγὼν ἐπέδειξ[α] αὐτοῖς, οὓς καὶ
ἐπεμαρτυρα\το/(*) ἐκ τοῦ ἀμπ[ε]λ[ῶ]ν[ο]ς ἐ[λάσ]αι με διε ̣[ ̣]η̣κότε̣ς̣ διὰ τὸ μὴ ὑπομένε[ι]ν με αὐτοῖς ἀποδο[ῦναι].
δέομαι οὖν σου, βασιλεῦ, προστάξαι Διοφάνει τῶι [στρ]ατηγ[ῶ]ι γράψαι Πυθιάδει τῶι ἐπιστάτηι ἀποστεῖλ[αι]
τοὺς προγεγραμμένους ἐπʼ αὐτόν, ὅπως Ἡράκων μὲ[ν κ]α[ὶ] Ἵπ[π]ων ἐπαναγκασθῶσι διελέσθαι πρός με τὸν
[ἀ]μπελῶνα κατὰ τὴν ἔντευξιν ἣν δέδωκα κα[τʼ αὐτῶν] περὶ τῆς διαιρέσεως, (ἔτους) κδ, Γορπιαίου κβ,
15Χοίαχ κβ, ἅμα δὲ ἐπ[α]ναγκάσαι αὐτοὺς συνδιελέσθ[αι γῆν ἣν κ]αὶ προσκαταπεφυ[τ]εύκαμεν κοινῆι,
ἧς καὶ τὰς ἀναφορὰς τῆς τιμῆ[ς τ]έταγμαι πρὸς χρυσὸ[ν (δραχμῶν) -ca.?- ]. εἰσπρᾶξαί μοι αὐτοὺς τοῦ ἑκουσίου βλάβους
(δραχμὰς) φ, περὶ δὲ Πειθολάου διαγνῶι Διοφάνης καθότι ἂν α[ὐτῶι φαίνηται]. τούτων γὰρ γενομένων, διὰ σέ,
βασιλεῦ, τῶν δικαίων τεύξομαι. vac. ? εὐτύχει.
vac. ?
(hand 2) Πυθιάδει. μάλιστα μὲν διάλυσο[ν αὐτούς· εἰ δὲ μή, ἀπόστει]λον ὅπ(ως) ἐπὶ τοῦ κοιν[ο-]
20δ[ι]κίου δι(ακριθῶσιν). (ἔτους) α, Γ[ορπιαίου κη, Τῦβι ιβ]. v
(ἔτους) α, Γορπιαίου κη, Τῦβι ιβ.
Μαρρῆς πρ(ὸς) Ἡράκωντα καὶ
Ἵππωνα καὶ Πειθόλαον
περὶ διαιρέσεως ἀμπελῶνος.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.