Papyri.info

sign in

p.enteux.66 = HGV P.Enteux. 66 = Trismegistos 3341 = chr.mitt.366



DDbDP transcription: p.enteux.66 [xml]

218 BC Magdola
[Reprinted from: chr.mitt.366] PLille2,29;MChr366

r
βασιλεῖ Πτολεμαίωι χαίρειν Μάρων Εὔκτου, Ἀργεῖος τῆς ἐπιγονῆς. ἀδικοῦμαι ὑπὸ Θε[ο]δοσίου τοῦ Ξανθοῦ, Λυκίου τῆς [ἐπι-]
γονῆς. τοῦ γὰρ υἱοῦ μου Εὔκτου μισθωσαμένου μεθʼ(*) αὐτοῦ \κοινῆι/ τόπον ψιλὸν ἐν Αὐτοδίκηι εἰς τὰ ϙθ (ἔτη) παρʼ Ἀρτέμωνος κα[ὶ]
ἀπογενομένου πρὶν ἢ διελέσθαι τὸν κοινὸν τόπον, ἐπιβὰς ὁ Θεοδόσιος ὠικοδόμησεν(*) ἑαυτῶι τοίχους οἰκήσεω[ς],
ἐγλεξάμενος τὸν βέλτιστον τόπον καὶ ἐξώτατον· μετὰ δὲ ταῦτα, διαιρέσεως γενομένης καὶ συγγρ[α-]
5φῆς τεθείσης διειρῆσθαι(*) ἴσως καὶ ὁμοίως, οὐ διείρηταί(*) μοι δικαίως, ἀλλὰ παραλελόγισταί με καὶ τόπ[ον]
τνά(*) μοι ἀχρεῖον καὶ στενὸν ἐπὶ μῆκος δέδωκεν, αὐτὸς δ[ὲ] ἐν τετραγωνισμῶι τὰ αὑτοῦ ἔχει. δέομαι οὖν σο[υ],
βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Πυθιάδει τῶι ἐπιστάτηι ἐπελθόντ[α]
ἐπὶ τὸν τόπον διελεῖν μοι ἴσως καὶ ὁμοίως, καὶ τὴν θύραν ἣν ὠικοδόμηκεν(*) ἐν τῶι ἐμῶι μέρει, ἡμιτέλεστο[ν]
ἐπαναγκάσαι αὐτὸν εἰς τὸ αὑτοῦ μέρος ἀποστρέψαι, ἐπιβεβηκότα τέ \μοι/ πήχεις ἑβδομήκοντα κ[ατʼ]
10ἐμβαδὸν δοθῆνα\ί/ μοι ἀντʼ αὐτῶν εἴσοδον καὶ ἔξοδον ἕως ἐπὶ τὴν κοινὴν ἡμῶν ὁδόν, διὰ τὸ ἐσώτε-
ρὸν με ἀπερρίφθαι. τούτου γὰρ γενομένου, διὰ σέ, βασιλεῦ, ἔσομαι τοῦ δικαίου τετε[υ]χώς.
εὐτύχει.
(hand 2) Πυθιάδει. μά(λιστα) δι(άλυσον) αὐ(τούς)· εἰ δὲ μή ἀπ(όστειλον) πρ(ὸς) ἡμ(ᾶς) ἐκ τῆς ι τοῦ Χοίαχ ὅπ(ως) ἐπὶ τοῦ κα(θήκοντος) δι(καστηρίου) δι(ακριθῶσιν). (ἔτους) δ, Δαισίου κζ, Ἁθὺρ κθ
v
(ἔτους) δ, Δα[ισ]ίου κζ, Ἁθὺρ κθ.
Μάρων [Εὔκ]του πρ(ὸς) Θεοδόσιον
περὶ εἰσόδου καὶ ἐξόδου.

Apparatus


^ r.2. l. μετʼ
^ r.3. l. ᾠκοδόμησεν
^ r.5. l. διῃρῆσθαι
^ r.5. l. διῄρηταί
^ r.6. l. τ<ι>νά
^ r.8. l. ᾠκοδόμηκεν

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.