DDbDP transcription: p.enteux.75 [xml]
222 BC Magdola
[Reprinted from: .] P.Lille 2 6 + P.Lille 2 38
r
βασιλεῖ Πτολεμαίωι χαίρειν Κρατεύας, Μακεδών, (τριακοντάρουρος). ἀδικοῦμαι ὑπὸ Ἁ[ρμιήσιος καὶ ̣ ̣ ̣ ̣ ̣ ̣]
[ ̣ ̣]ν ἐξ Ἀλαβανθίδος ποιμένων. ἐμοῦ γὰρ προεστηκότος τινῶν κλήρων τῶν [ -ca.?- ]
[τοῦ δ]ὲ κε (ἔτους), Φαῶφι ιγ, καταβάντος μου εἰς ἀγρὸν καὶ εὑρόντος τὰ πρόβατα [τῶν προγεγραμμέ-]
[νων] ποιμένων καταβεβοσκηκότα τὰς νομὰς ἑνὸς κλήρου τοῦ Ἀστεροπαίου [ -ca.?- ]
5[ἐπιτι]μῶντος αὐτοῖς καὶ ἐπιμαρτυρομένου, οὐδένα λόγον ποιησάμενοι, προσπηδήσαντές μοι ἔχ̣ο̣ν̣τ̣ε̣ς̣
[ῥάβδου]ς πληγάς τέ μοι ἐνέβαλον καὶ τὸ ἱμάτιόν μου ὃ περιεβεβλήμην ἀφείλοντο. ἐμοῦ δʼ ἐλθόντος
[ -ca.?- καὶ ἐπιδείξαντός] μου τὰς πληγὰς Ἡροδότωι τῶι ἐπιστάτηι καὶ ὡς ἤμην γυμνὸς ὑπʼ αὐ-
[τῶν -ca.?- ἐπιπαραγίνε]ται Χαλῆς τῶν ποιμένων τις φέρων τὸ ἱμάτιόμ(*) μου ὃ καὶ ἐκομισάμην
[ -ca.?- ἐ]πέδωκα ἔντευξιν Διοφάνει τῶι στρατηγῶι, ἣν χρηματίσας ἀπέσ-
10[τειλε Ἡροδότωι τῶι ἐπιστάτηι· Ἡρό]δοτος δὲ ὀλιώρως(*) χρησάμενος παρείλκυκέ με ἕως τοῦ νῦν. δέομαι οὖν
[σου, βασιλεῦ, προστάξαι Διοφάνει τῶ]ι στρατηγῶι μὴ περιιδεῖμ(*) με ἀνόμως ὑβρισμένον ὑπὸ τῶν ποιμένων
[ἀλλὰ γράψαι Ἡροδότωι τῶι ἐπιστάτ]ηι μὴ ὀλιώρως(*) χρήσασθαι, ἀλλʼ ἀποστεῖλαι αὐτοὺς ἐπὶ Διοφάνην
[καὶ, ἐὰν φαίνωνται τάς τε νομὰς κα]ταβεβοσκηκότε̣ς κἀμὲ(*) ὑβρικότες καὶ ἐγδεδυκότες, τῶν μὲν νομῶν
[ -ca.?- ] ̣ περὶ δὲ τῆς ὕβρεως Διοφάνην διαγνῶναι. τούτου γὰρ γενομένου,
15[διὰ σέ, βασιλεῦ, τὸν πάντων κοινὸν σω]τῆρα, τοῦ δικαίου καὶ βοιηθείας(*) τεύξομαι. εὐτύχει.
vac. ?
(hand 2) [Ἡροδότωι. -ca.?- ] ̣ ̣ ̣ς ἵνα μὴ πλεονάκι περὶ τῶν(*) αὐτῶν(*) ἐντυγχάνηι.
[ -ca.?- ] vac. ? (ἔτους) κε, Λωίου κϛ, Χοίαχ ιγ v
[(ἔτους) κε, Λώιου κϛ, Χοίαχ ιγ].
[Κρατεύας πρὸς Ἁ]ρμιῆσιν
[ -ca.?- ] περὶ κλήρων
[ -ca.?- ]

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.