DDbDP transcription: p.neph.10 [xml]
IV spc Alexandria?
r
τῷ δεσπότῃ μου πατρὶ Νεφερῶτι
Ὡρίων ἐν κ(υρί)ῳ θ(ε)ῷ χαί(ρειν).
προηγουμένως εὔχομαι τῷ παντο-
κράτορι θεῷ περὶ τῆς ὁλοκληρίας σου
5ὅπως ὑγιαίνοντί σοι καὶ εὐθυμοῦντι
ἀποδοθείη ταῦτά μου τὰ γράμματα.
γιγνώσκω οὖν, δέσποτά μου πάτερ, ὅτι με-
τὰ τὸν δεσπότην θεὸν αἱ προσευχέ(*)
σου ὑγιαίνοντά με ἤνεγκαν καὶ
10πάλιν θαρρῶ τῷ δεσπότῃ θεῷ
διὰ τῶν ὑμῶν προσευχῶν εἰς
τέλος ἀποκατασταθῆναι(*) ἡμᾶς εἰς τοὺς
οἴκους ἡμῶν· γιγνώσκω γὰρ ὅτι
ὅσον ἐν μνήμῃ με ἔχεις ἐν ταῖς
15προσευχε͂ς(*) σου οὐκ ἐνκαταλείπει με
ὁ δεσπότης θεός. καὶ ἐάν ἠσμεν(*) ἐν-
ταῦθα μὴ ὀκνήσῃς γράψαι μοι περὶ ὧ(ν)
χρίαν(*) ἔχεις· ἡδέως γὰρ ἔχω ἐάν μοι
κελεύσῃς εἰς ὃ δὰν(*) θέλῃς· μετὰ γὰρ
20τὸν θεὸν σὲ ἔχω βοηθὸν καὶ πατέρα.
ἀσπάζομαι τὸν κύριόν μου ἀδελφὸν
Ὀφφέλλιον καὶ τὴν μητέραν(*) μου
[Τ]ι̣ν̣ὸρ’ καὶ τὴν [ἀ]δελφὴν ἡμῶν Πῖναν
-- -- -- -- -- -- -- -- -- -- v
τῷ δεσπότῃ μου πατρὶ Νεφ[ερῶτι]
25Ὡ[ρίων]
τῷ δεσπότῃ μου πατρὶ Νεφερῶτι
Ὡρίων ἐν κ(υρί)ῳ θ(ε)ῷ χαί(ρειν).
προηγουμένως εὔχομαι τῷ παντο-
κράτορι θεῷ περὶ τῆς ὁλοκληρίας σου
5ὅπως ὑγιαίνοντί σοι καὶ εὐθυμοῦντι
ἀποδοθείη ταῦτά μου τὰ γράμματα.
γιγνώσκω οὖν, δέσποτά μου πάτερ, ὅτι με-
τὰ τὸν δεσπότην θεὸν αἱ προσευχέ(*)
σου ὑγιαίνοντά με ἤνεγκαν καὶ
10πάλιν θαρρῶ τῷ δεσπότῃ θεῷ
διὰ τῶν ὑμῶν προσευχῶν εἰς
τέλος ἀποκατασταθῆναι(*) ἡμᾶς εἰς τοὺς
οἴκους ἡμῶν· γιγνώσκω γὰρ ὅτι
ὅσον ἐν μνήμῃ με ἔχεις ἐν ταῖς
15προσευχε͂ς(*) σου οὐκ ἐνκαταλείπει με
ὁ δεσπότης θεός. καὶ ἐάν ἠσμεν(*) ἐν-
ταῦθα μὴ ὀκνήσῃς γράψαι μοι περὶ ὧ(ν)
χρίαν(*) ἔχεις· ἡδέως γὰρ ἔχω ἐάν μοι
κελεύσῃς εἰς ὃ δὰν(*) θέλῃς· μετὰ γὰρ
20τὸν θεὸν σὲ ἔχω βοηθὸν καὶ πατέρα.
ἀσπάζομαι τὸν κύριόν μου ἀδελφὸν
Ὀφφέλλιον καὶ τὴν μητέραν(*) μου
[Τ]ι̣ν̣ὸρ’ καὶ τὴν [ἀ]δελφὴν ἡμῶν Πῖναν
-- -- -- -- -- -- -- -- -- -- v
τῷ δεσπότῃ μου πατρὶ Νεφ[ερῶτι]
25Ὡ[ρίων]
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.