DDbDP transcription: p.enteux.89 [xml]
222 BC Magdola
r
βασιλεῖ Πτολεμαίωι χαίρειν Ἀλέξανδρος Πει̣θ̣[ ̣ ̣] ̣, ἐκ Φαρβαίθου,
τῆς Ἡρακλείδου μερίδος. ἀδικοῦμαι
ὑπὸ Ἀπολλω[ν]ίου τ̣[ ̣ ̣]κατ̣α̣κω[ ̣] ̣ ̣ ̣[ ̣ ̣]νομ̣[ ̣ ̣] ἐμοῦ γὰρ μισθωσαμένου παράδισον(*), τοῦ κβ̣ (ἔτους), πα-
ρὰ [ -ca.?- ] φόρον τοῦ παραδίσου(*) τούτου (δραχμὰς) κ, ἵνα ἐνβά-
5λῃ εἰς τὴν τράπ[εζ]αν, τούτων ἐνβέβλη[κ]εν (δραχμὰς) ι, τὰς δὲ δέκα δραχμὰς ἐφήλκυσται(*) ἔτι
καὶ νῦν οὐκ ἐνβαλὼν εἰς τὴν τράπεζαν· ἐγ[ὼ δ]ὲ πράττομαι ὑπὸ Θευγένους, τοῦ κυρίου τοῦ
κτήματος, κατὰ τὴν συνγραφὴν ἣν πεποί[ημα]ι αὐτῶι, τούς τε τόκους καὶ τὴν ἡμιολίαν, παρὰ
τὸ τὸν Θευγένην τετάχθαι ἐπὶ τὴν τράπε[ζα]ν τὰς ι (δραχμὰς). δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ,
προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψα[ι ̣ ̣]ωνι τῶι ἐπιστάτηι ἀποστεῖλαι Ἀπολλώνιον
10διακριθησόμενόν μοι ἐπʼ αὐτοῦ καί, ἐὰν ἦι τ[αῦ]τα ἀληθῆ, πραχθῆναι αὐτὸν τὰς ι (δραχμὰς) σὺν δια-
φόροις οἷς καὶ α[ὐτὸ]ς πράττομαι, ἵνα, ἐπὶ σὲ κα[ταφ]υγών, βασιλεῦ, τοῦ δικαίου τύχω. εὐτύχει.
(hand 2) ̣ ̣ωνι. ἐπι(σκεψάμενος) φ(ρό)ν(τισον) ὅπ(ως) τῶν δικαίων τύχηι. (ἔτους) κε, Λω(ίου) κϛ, Χοίαχ ιγ. v
(ἔτους) κε, Λώιου κϛ, Χοίαχ ιγ.
Ἀλέξανδρος πρὸς Ἀπολλώνιον
περὶ μισθώσεως παραδείσου.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.