DDbDP transcription: p.enteux.87 [xml]
222 BC Magdola
r
βασιλεῖ Πτολεμαί[ωι χαίρειν] Ἀπολλόδοτος, τῶν κατοικούντων ἐν Ἀλαβανθίδι. ἀδικοῦμαι ὑπὸ
Μνασέο[υ], τοῦ οἰκονομο[ῦντος] τοὺς ἔξω τόπους. ἐμοῦ γὰρ οὐθὲν ὀφείλοντος τῶι βασιλεῖ, οὐδὲ
παραγ[εγ]ραμμένου μ[ου αὐ]τῶι, ἐνεχυράζει με καὶ περισπᾶ[ι] μου τὸν χηνοβοσκόν. δέομαι οὖν σου,
[βασ]ιλεῦ, ε[ἴ] σοι δοκ[εῖ, προστάξαι] Διοφάνει τῶι στρατηγῶι γράψαι Ἡροδότωι τῶι ἐπιστάτει, ἐὰν φαί-
5[νω]μαι μ[η]θὲν ὀφ[είλων μηδὲ] παραγεγραμμένομ(*) με Μνασέαι, μὴ ἐπιτρέπειν τῶι Μνασέαι ἐνεχυ-
ράζειν μ[ε μηδὲ περισπᾶν] τοὺς παρʼ ἐμοῦ. τούτου γὰρ γενομένου, ἔσομαι διὰ σέ, βασιλεῦ, τοῦ δι-
καίου τε[τευχώς].
εὐτύχει.
vac. ?
(hand 2) Ἡρ[οδότωι. -ca.?- ] (ἔτους) κε, Λώ(ιου) κϛ, Χοίαχ ιγ. v
(ἔτους) κε, Λωίου κϛ, Χοίαχ ιγ.
Ἀπολλόδοτος πρὸς Μνασέαν
περὶ ἐνεχυρασμοῦ.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.