DDbDP transcription: upz.1.5 [xml]
163 BC Memphis
[Reprinted from: p.paris.37] PParis37
Διοδό[τωι](*) [τῶν φίλων] καὶ στρατηγῶι
πα[ρὰ Πτολεμαίου] τοῦ Γλαυκίου Μακεδό[νος ὄ]ντος
ἐν τῶ[ι με]γάλωι Σαραπιείωι ἐν κατοχῆι {ὢν} ἔτη δ[έκα],
οὐκ ἐξεληλυθὼς τὸ παστοφόριον ἐν [ὧ]ι [ἐ]νκέκλειμ[αι]
5ἕως τῆς σήμερον. τῆι ιϛ τοῦ Θῶυθ [Π]τολεμαί[ου τοῦ]
καθεσταμένου διὰ τοῦ ἐν τῶι Ἀνουβι[είω]ι ἀρχιφυλ[ακίτου]
καὶ Ἀμώσιος τοῦ παρὰ τοῦ ἀρχιερέ[ως] παραλαβόντες
φυλακίτας εἰσῆλθον εἰς τὸ ἐν τῶι [μεγάλ]ωι Σαραπ[ιε]ίωι
Ἀσταρτιεῖον, οὗ καὶ ἐν κατοχῇ εἰμι μ[έ]χρι τῆς σήμερον,
10φάσκοντες εἶναι ἐν τῶι τόπωι ὅπλα. ἐρευνήσαν[τ]ες οὖν
παν(*) τὸν τόπον οὐθὲν εὗρον. ἐκπορ[ευ]ομων(*) δὲ τῶν
φυλακιτῶν ἐξετίναξαν ἑαυτοὺς οὐθὲν ἄτοπο[ν] ποιή-
σαντες. Ἀμώσιος δὲ τοῦ παρὰ τοῦ ἀρχιερέως ἐπιστρέ-
ψαντος μετὰ Ἰμούθου τοῦ <παρὰ τοῦ> ἐπὶ τῶν παστοφόρων καὶ
15Ἁρενδώτου τοῦ Κατύτου καὶ Ἁρενδώτου τοῦ Νεκτενίβ[ι]ος
καὶ Ἐρβελλῆτος το[ῦ] Ἁριμούθ[ο]υ [κ]αὶ Ψινχώνσιος τ[οῦ] Ἀμώσιος
ἀκολούθου ὀψὲ τῆς ὥρας ἀπεβ[ι]άσαντό με ἐχόντων
φανὸν καὶ σκύλαντες τὸ ἱερὸν ἐξηνέγκαντο πάντα,
τὰ δὲ λοιπὰ παρεσφραγίσαντο καὶ τῆι ιζ τοῦ αὐτοῦ
20μηνὸς ἐπιστρέψαντες προεῒ(*) ἐξηνέγκαντο τὰ
λοιπὰ ὥστε καὶ τὰς τῶν πτωχῶν παραθήκας
ἐξενέγκαι. εἰσελθόντος τινὸς τῶν πτωχῶν
καὶ ἐπιγνόντος στάμνον αὑτοῦ, ἐν ᾧ ἐνῆσαν
χαλκοί, ἐπελάβετο(*) αὐτοῦ. ἐντρεπέντος(*) δὲ τοῦ
25Ἀμώσιος κατεσφραγίσατο καὶ παρέθετο αὐτὸν
Θέωνι Παῦ̣τος(*) καὶ εἰσελθόντες εἰς τὸ τῆς
θεᾶς ἄδυτον ἔσκυλαν τὸν ναὸν ὥστε καὶ κιν-
δυνεῦσαι συντρῖψαι. ἐπιστρέψαντος δὲ πάλιν <τοῦ Ἀμώσιος μετὰ>
Ἁριμούθου τοῦ παρὰ τοῦ ἐπιστ[ά]του εἰσε[λ]\θόντος/ [κ]αὶ εὑρόντος 2
30[λεκάνην χαλκῆν οὖσαν τῆς θεᾶς]
[ταύτης τε ὑπʼ α̣ὐ̣τ̣ο̣ῦ̣ ἐ]ξενην[εγ-]
[μένης(?)], \[πρὸς δὲ τούτοι]ς καὶ/ [Παβέλφεως ]{[δ]ὲ} τοῦ Πετε-
[αρενδώτου καὶ Νεκτε]νίβιος τοῦ
[Ἰμούθου {κ̣α̣ὶ̣ οὐ τοῦ} ἀστο]χήσαντες
35[τοῦ καλῶς ἔχοντος εἰσ]ελθόν[τες]
[ζ]ητοῦντες ἐνέχυρα εὑρόντες
ἐξερημωμένον(*) τὸν τόπον ὑπὸ
τῶν προγεγραμμένων μολύβδι-
να δύο εὗρον καὶ ταῦτα ἐξή-
40νεγκαν. πυθομένων δὲ ἡμῶν
αὐτῶν· τίνος χάριν ἐπισπορεύεσθε(*) ;
ἐνεχυράζοντες ἔφησαν, Ψυλιν(*) ὁ ἐπὶ
τῶν παστοφόρων ἀπέσταλκεν ἡμᾶς.
ἐξενέγκαντες τὰ δύο μολύβδινα
45παρέθεντο Κεφαλᾶτι τῶι θυρουρῶι.
ἀξιῶ οὖν, ἐὰν φαίνηται, μὴ ὑπερ-
ιδεῖν με ἠνομημένον καὶ ἐγκεκλει-
μένον, ἀλλὰ συντάξαι κατα-
στῆσαι ἐπὶ σὲ τὸν διασαφούμενον
50καὶ, ὡς ἂν κρίνηις(*), διαλαβεῖν
περὶ αὐτοῦ ὡς καθήκει. τούτου
δὲ γενομένου ἔσομαι τετευχὼς τῆς
παρὰ σοῦ βοιηθείας(*).
——
εὐτύχει.
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.
HGV 3396 Translation (English) [xml]
textpart
1 (lines 1–13) To Dionysios, tôn philôn and stratêgos, from Ptolemaios, son of Glaukias, Macedonian, in detention (katochê) in the great Serapieion for ten years, not having left the priestly chamber in which I have been enclosed up to the present day. On the 16th of Thoth, Ptolemaios, the man appointed by the archiphylakitês in the Anoubieion, and Amosis, agent of the archiereus, taking phylakitai, entered into the Astartieion in the great Serapieion, where I have been in detention (katochê) up to the present day, alleging that there were weapons in that place. After making a search of the whole place, they found nothing. Once the phylakitai had exited, they took off after doing nothing unseemly. (J. Bauschatz, Law and Enforcement, p. 75)
textpart
30