DDbDP transcription: upz.1.8 [xml]
161 BC Memphis
[Reprinted from: p.lond.1.44,p33] P.Lond. 1 44
Διονυσίωι τῶν φίλων καὶ στρατηγῶι
παρὰ Πτολεμαίου τοῦ Γλαυκίου Μακεδόνος
τῶν ὄντων ἐν κατοχῆι ἐν τῶι ἐν Μέμφει μεγάλωι
Σαραπιείωι ἔτος δωδέκατον. ἠδικημένος οὐ με-
5τρίως καὶ τῶι ζῆν πλειονάκις κεκινδυνευκὼς ὑπὸ
τῶν ὑπογεγραμμένων ἐκ τοῦ ἱεροῦ καλλυντῶν ἐπὶ σὲ
τὴν καταφυγὴν ποιοῦμαι νομίζων μάλισθʼ οὕτως τεύ-
ξεσθαι τῶν δικαίων. τοῦ γὰρ κα (ἔτους) Φαῶφι η παρα-
γενομένων ἐπὶ τὸ ἐν τῶι ἱερῶι Ἀσταρτιεῖον, ἐν ὧι
10τυγχάνω ἐν τῆι κατοχῆι γεγονὼς τὰ προκείμενα
ἔτη, καί τινων μὲν ἐχόντων μετὰ χε͂ρα(*) λίθους,
ἑτέρων δὲ καὶ ῥάβδους καὶ ἐπιχειρούντων εἰσβιά-
σασθαι, ὅπως διὰ παρευρέσεως τό τε ἱερὸν σκύλωσιν
ἐμέ τε παρὰ τὸ Ἕλληνα εἶναι καθάπερ οἱ ἐξ ἐπιβουλῆς
15ἐπιβαλλόμενοι τοῦ ζῆν ἀνελειν(*), καὶ τὴν μὲν
θύραν τοῦ ἱεροῦ προφθάσαντός μου καὶ κλείσαντος
μετὰ κραυγῆς τε διαστελλομένου μεθʼ ἡσυχίας ἀνα-
λύειν, οὐδʼ ὣς ἀπεχώρουν, Δίφιλον δέ τινα τῶν
παρακατεχομένων ὑπὸ τοῦ Σαράπιος θεραπευτῶν
20ἀγανακτοῦντα ἐφʼ οἷς διετελοῦντο ἐν τοιούτωι ἱερῶι
ἀνωσαι(*) τε καὶ οὐ μετρίως σκυλαι(*) ὑβρίζοντας(*)
καὶ τύπτοντας(*), ὥστʼ ἂν τὴν παράνομον βίαν
ἅπασι εὔδηλον κατασταθῆναι. οἱ δʼ αὐτοὶ καὶ τοῦ ιθ (ἔτους)
Φαῶφι τὰ ὅμοια εἴς με διαπραξάμενοι ἐνέτυχόν σοι
25παρʼ αὐτὸν τὸν καιρόν, ὑπὲρ ὧν παρὰ τὸ μὴ ἔχειν <με>
τὸν τὴν ἐντυχίαν ποιησόμενον συνβῆναι
ἀνεπιπλήκτων αὐτῶν ὄντων εἰς μείζονα κατα-
φρόνησιν ἐλθεῖν. ἀξιῶ οὖν σε, ἐὰν φαίνηται,
συντάξαι καταστῆσαι αὐτοὺς ἐπὶ σέ, ὅπως περὶ
30ἁπάντων τούτων τύχωσι τῆς προσηκούσης μισοπο-
νηρίας. εὐτύχει.
——
Μῦς ἱματιοπώλης, Ψοσναῦς ἀσιλλοφόρος,
Ἰμούθης ἀρτοκόπος, Ἁρεμβάσνις σιτοκάπηλος,
Στοτοῆτις σακκοφόρος \(hand 2) Ἁρχηβ ̣ ̣(*) κλυστής, Πο ̣ ̣ον(*) ταπιδυφον(*)/ καὶ ἄλλοι μετὰ τούτων, ὧν τὰ ὀνό-
35ματα ἀγνοῶ.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.