DDbDP transcription: upz.1.16 [xml]
156 BC Memphis
1
βασιλεῖ [Πτο]λεμαίωι [καὶ βασιλίσσηι Κλεοπάτραι]
τῆι ἀδ[ελφῆι] θεοῖς Φιλομ[ήτορσι χαίρειν]
Πτ[ο]λεμαῖος Γλαυκίου [Μακεδὼν ὁ] ὢν ἐν τῶι
πρὸς Μέμφει μεγάλωι Σαραπι[εί]ωι ἐν κατοχῆι
5ἐν τῶι Ἀσταρτιδείωι(*) ἕως τοῦ νῦν. ἀδικοῦμαι
ὑπʼ Ἀργείου ὑπηρέτου τῆς Δεξηλάου σημέας(*),
ἀποστερεῖ γάρ με τὰς σιταρχίας, ἅς μοι ἔδωκας,
βασιλεῦ. τοῦ γὰρ κ[δ (ἔτους)] ἀξιώσαντός σε κατα-
χωρίσαι \μου/ τὸν ἀδελφὸν {κα} ⟦ ̣⟧ Ἀπολλώνιον καὶ σοῦ
10ἐπιχωρήσαντος καὶ προστεθέντος τῆι Δεξιλάου
σημέαι(*), [ὁ] προγεγραμμένος Ἀργεῖος ἀποσπᾶι
αὐτον ἀ[π]ʼ ἐμοῦ εἰς τὰς λειτουργίας \καὶ τὰς σιταρχίας οὐκ ἀποδίδω̣σ̣ι̣/ οὐκ ἔχοντός μου
ἄλλον π[ροσ]τάτην διὰ τοὺς ἐν τῶι τόπωι πονηρούς,
οἵ τε ἱερ[εῖ]ς καὶ παστοφόροι καὶ ἄλλοι τινες, ὁπηνίκʼ ἂν
15ἐπιγνῶσιν ὅτι κεχώρισται ἐπὶ λειτουργίαν
ἀστοχήσαντες τοῦ παντὸς εἰσβιαζόμενοι ἐνεχυρά-
ζουσιν \καὶ/ ἐμὲ ⟦τε⟧ ὑβρίζουσιν, ὥστε διὰ τῆς θυρίδος
λιθοκοπεῖσθαί με, ὑπὲρ ὧν ἀναβάντος Ποσειδωνίου 2
τοῦ ἀρχισωματοφύ[λακο]ς καὶ στρα[τη]γοῦ
20ἐν τῶι Φαρμοῦθι ἐνέτυχον αὐτῶι διὰ τῆς θυρίδος
καὶ ἀνακαλεσάμενος αὐτοὺς ἐπέπληξεν.
διὸ ἀξιῶ, Ἥλιε βασιλεῦ, μὴ ⟦με⟧ ὑπεριδεῖν με
ἐγ(*) κατοχῆι ὄντα, ἀλλʼ, ἐάν σοι φαίνηται, <προστάξαι>
γράψαι τῶι Ποσειδωνίωι, ἐᾶσαι αὐτὸν {ὄν}⟦τα⟧
25ἀλειτούργητον \ἵνα/ περὶ ἐμὲ ⟦ὄντα⟧ \ἦι/ καὶ ἀναγ-
κάσαι τὸν Ἀργεῖον ἀποδοῦναί μοι τ[ὰ]ς σιταρ-
χίας τοῦ ⟦τε⟧ προεληλυθότος χρόνου,
καὶ εἰς τὸ λοιπὸν \δὲ/ εὐτάκτως ἀποδί[δο]σθαι
ὀρθῶς καὶ δικαίως μετὰ τῆς ̣ ̣ ̣ ̣[ ̣ ̣] ̣σιας.
30σοὶ δὲ ἡ Ἶσις καὶ ὁ Σάραπις \καὶ/ ⟦θ⟧ οἱ δώδεκα θεοὶ οἱ ἐν
Ἡρακλέους πόλει δωίησαν(*) κυριεύ[ειν] πάσης
χώρας ἧς ὁ Ἥλιος ἐφορᾶι καὶ τοῖς τέκν[οι]ς ὑμῶν
διὰ παντός. ⟦εὐτυχεῖν⟧
εὐτυχεῖτε.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri.
This work is licensed under a Creative Commons Attribution 3.0 License.