Papyri.info

sign in

upz.1.24 = HGV UPZ 1 24 = Trismegistos 3415 = p.lond.1.21,p13



DDbDP transcription: upz.1.24 [xml]

162 BC Memphis
[Reprinted from: p.lond.1.21,p13] P.Lond 1 21 p12; P Forshall 5

Σαρα[πί]ωνι τῶν διαδόχων καὶ ὑποδιοικητῆι
παρὰ Πτολεμαίου τῶν [ἐ]ν κατοχῇ ὄντων
ἐν τῶι μεγάλωι Σαραπιείωι ἔτος τοῦτο ἑνδέκατον.
τοῦ ιθ (ἔτους) Μεσορὴ ἀναβάντι σοι καὶ ἐπιθύσαντι ἀπέδωκα
5τὴν παρὰ τοῦ βασιλέως κεχρηματισμένην τῶν
διδυμῶν ὑπὲρ τοῦ καθήκοντος αὐταῖς ἐλαίου καὶ κίκιος
ἔντευξιν καὶ ἠξίωσά σε, ὅπως ἀποδ[ο]θῇ αὐταῖς κα̣ὶ̣ [ὧν]
χρόνων ὀφείλετʼ αὐταῖς καὶ ἐπηγγείλω μοι. διὸ καὶ
συνέστησά σοι τὸν πορίζοντά μοι τὴν τροφὴν
10νεώτερόν μου ἀδελφὸν πραγματευσόμενον ταῦτα.
σὺ δὲ ⟦ὢν⟧ πρὸς τὸ θεῖον ὁσίως διακείμενος καὶ οὐ βουλό-
μενος παραβῆναί τι τῶν ἐν τῶι ἱερῶι ἐπηγγελμένων < >
ἀπέστειλας χρηματίσας Μεννίδει ἔχον ὑπογραφὴν·
ἐπισκεψάμενον τὰ καθήκ[ον]τʼ ἀποδοῦναι, ἐφʼ οἷς γίνοιτό σοι
15μὴ μόνον ἐφʼ οἷς εἶ μένειν, ἀλλὰ καὶ ἐπὶ μείζονα προάγειν.
τοῦ δὲ Μεννίδο[υ] ὑπογεγραφότος· τοῖς γραμματεῦσι. ἐπι-
σκεψαμένους ἀνενεγκεῖν, [καὶ το]ύτων ἀνενηνοχότων
καθήκειν δίδοσθαι, ὅσα καὶ ἡμεῖς προεφερόμεθα,
ὁ Μεννίδης πάλιν φησὶν ἐπὶ σὲ δεῖν ἀνενεχθῆναι.
20ἀξιῶ οὖν σε μετὰ δεήσεως νομίσαντα ταῖς διδύμαις
ἰδίαι σε ταῦτα διδόναι καὶ ἐμβλέψαντα ὅτι ὅς μοι
ἐπόριζε τὰ δέοντα ἀποσπ[ασθ]εὶς ἀπὸ τοῦ Μεσορὴ μηνὸς
περὶ ταῦτʼ ὢν οὐ δύνατʼ ἐκκ[ο]μίσασθαι, συντάξαι
ἐπιστρεφέστερον τῶι Μεννίδει χρηματίσαι τό τε ἔλαιον
25καὶ τὸ κῖκι, ἵνα μὴ ἔτι πλεῖον [κ]αταφθειρομένου τοῦ
παιδαρίου καὶ καμοῦ(*) ἐνδεοῦς τοῖς δέουσιν ὄντος ἀναγ-
κασθῶ(*) μηκέτι προσκεῖσθαι τῶι Μεννίδει καὶ τὰς διδύμας
μηθὲν ἐχούσας τῶν καθηκόντων τὸ ἱερὸν ἐγλιπεῖν.
σοὶ δὲ γίνοιτο εὐημερεῖν παρὰ τῶι βασιλεῖ τὸν ἅπαντα
30χρόνον. εὐτύχει.
——

Apparatus


^ 26. l. ἐμοῦ
^ 27. corr. ex αναγκασθη

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.