DDbDP transcription: upz.1.59 [xml]
168 BC Memphis
[Reprinted from: chr.wilck.97] P.Lond. 1 42; P.Forshall 18
r
Ἰσιὰς Ἡφαιστίωνι τῶι ἀδελφῶ[ι χαί(ρειν).]
εἰ ἐρρωμένωι <σοι> τἆλλα(*) κατὰ λόγον
ἀπαντᾶι, εἴη ἄν ὡς τοῖς θεοῖς εὐχο-
μένη διατελῶ, καὶ αὐτὴ δʼ ὑγίαινον
5καὶ τὸ παιδίον καὶ οἱ ἐν οἴκωι πάντες
5aσου διὰ παντὸς μνείαν ποιούμενοι.
κομισαμένη τὴν παρὰ σοῦ ἐπιστολὴν
παρʼ Ὥρου, ἐν ἧι διεσάφεις ε\ἶ/ναι(*)
ἐν κατοχῆι ἐν τῶι Σαραπιείωι τῶι
ἐν Μέμφει, ἐπὶ μὲν τῶι ἐρρῶσθα[ί] σε
10εὐθέως τοῖς θεοῖς εὐχαρίστουν,
ἐπὶ δὲ τῶι μὴ παραγίνεσθαί σε [π]ά[ντ]ων
τῶν ἐκεῖ ἀπειλημμένων παραγεγο[νό]τω\ν/
ἀηδίζομαι ἕνεκα τοῦ ἐκ τοῦ τούτο\υ/(*)
καιροῦ ἐμαυτήν τε καὶ τὸ παιδίο[ν σ]ου
15διακεκυβερνηκυῖα καὶ εἰς πᾶν τι
ἐληλυθυῖα διὰ τὴν τοῦ σίτου τιμὴν
καὶ δοκοῦσα νῦγ(*) γε σο\ῦ/ παραγενομένου
τεύξεσθαί τινος ἀναψυχῆς, σὲ δὲ
μηδʼ ἐντεθυμῆσθαι τοῦ παραγενέσθαι
20μηδʼ ἐνβεβλοφέναι εἰς τὴν ἡμετέραν περί-
\στασιν/ ὡς ἔτ[ι] σοῦ παρόντος πάντων ἐπεδεόμην,
μὴ ὅτι γε τοσούτου χρόνου ἐπιγεγονότος
καὶ τοιούτων καιρῶν \καὶ/ μηθέν σου ἀπεσταλκότος.
ἔτι δὲ καὶ Ὥρου τοῦ τὴν ἐπιστολὴν παρακεκο-
25μικότος ἀπηγγελκότος ὑπὲρ τοῦ ἀπολελύσθαι σε
ἐκ τῆς κατοχῆς παντελῶς ἀηδίζομαι.
οὐ μὴν ἀλλ[ὰ] ἐπεὶ καὶ ἡ μήτηρ σου τυγχάνει
βαρέως ἔχουσα, καλῶς ποιήσεις καὶ διὰ ταύτην
καὶ διʼ ἡμᾶς παραγ[ε]νόμενος εἰς τὴν πόλιν εἴπερ μὴ
30ἀναγκαιότερόν σ[ε] περισπᾶι. χαριεῖ δὲ καὶ τοῦ
σώματος ἐπιμελ[ό]μενος ἵνʼ ὑγιαίνηις.
(hand 2) ἔρρωσο. (hand 1) ἔτους β Ἐπεὶφ λ. v
Ἡφαιστίωνι.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.
DDbDP transcription: p.lond.1.42-p30 [xml]
[Reprinted in: upz.1.59] UPZ 1,59
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.