DDbDP transcription: upz.1.60 [xml]
168 BC Memphis
r
Διονύσιος Ἡφαιστίωνι τῶι ἀδελφῶι χαίρειν.
εἰ ἐρρωμένωι σοι τἆλλα(*) κατὰ λόγον ἀπαντᾶι,
εἴη ἂν ὡς βούλομαι, καὶ αὐτὸς δʼ ὑγίαινον καὶ
Εὐδαιμονὶς καὶ τὰ παιδία καὶ Ἰσιὰς καὶ τὸ παιδίον σου
5καὶ οἱ ἐν οἴκωι πάντες. κομισάμενος τὴν
παρὰ σοῦ ἐπιστολήν, ἐν ἧι διεσάφεις διασεσῶισθαι(*)
ἐγ μεγάλων κινδύνων καὶ εἶναι ἐν κατοχῆι,
ἐπὶ μὲν τῶι ἐρρῶσθαί σε \⟦ε ̣ ̣ ̣αι ̣ ̣ ̣⟧/ τοῖς θεοῖς ἐπευχαρίστουν,
ἠβουλόμην δὲ καὶ σὲ παραγεγονέναι εἰς τὴν
10πόλιν, καθάπερ καὶ Κόνων καὶ οἱ ἄλλοι οἱ ἀπει-
λη[μμέν]οι π[ά]ντες, ὅπ[ω]ς καὶ ἡ Ἰσιὰς τοῦ
παιδίου σου εἰς τὰ ἔσχατα ἐληλυθότος διασεσωι-
κυῖα(*) αὐτὸν ἐκ παντὸς τρόπου, ἔτι δὲ καὶ τοιούτους
καιροὺς ἀνηντληκυῖα νῦγ(*) γε \ἰδοῦσά σε/ τύχηι τινὸς
15ἀναψυχῆς. οὐ γὰρ πάντως δεῖ στενῶς ἐπανά-
γοντά \σε/ προσμένειν ἕως τοῦ πορίσαι τι καὶ κατε-
νεγκεῖν, ἀλλὰ πᾶς τις πειρᾶται, ὁπηνίκʼ ἂν
ἐκ κινδύνων διασωθῆι, ταχέως παραγίνεσθαι
καὶ ἀσπάζεσθαι τήν τε γυναῖκα καὶ τὰ παιδία
20καὶ τοὺς φίλους. καλῶς οὖν ποιήσεις, εἴπερ μὴ καί σε
ἀναγκαιότερόν \τι/ περισπᾶι, συντόμως πειραθεὶς
παραγενέσθαι, ⟦ ̣ ̣⟧ καὶ τοῦ σώματος ἐπιμελόμενος,
ἵνʼ ὑγιαίνηις, ἔρρωσο. (ἔτους) β Ἐπεὶφ λ. v
Ἡφαιστίωνι.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.