Papyri.info

sign in

upz.1.62 = HGV UPZ 1 62 = Trismegistos 3453 = p.paris.49



DDbDP transcription: upz.1.62 [xml]

161 BC? Memphis
[Reprinted from: p.paris.49] PParis49

r
Διονύσι[ος Πτολε]μαίωι χαίρειν καὶ
ἐρρῶσθα[ι]. τοι[αύ]την ἐμαυτοῦ
ἐλευθερ[ιότ]η[τ]α, [ο]ὐ βαναυσίαν
ἐκτέθεικα πᾶσιν ἀνθρώποις,
5μάλιστα δὲ σοὶ κ[α]ὶ τῷ σῷ ἀδελφῶι
διά τε τ[ὸν] Σάραπιν καὶ τὴν σὴν
ἐλευθε[ρία]ν καὶ πεπείραμαι,
ἀφʼ οὗ τε συνεστάθης μοι, εἰς πᾶν
τό σοι χρήσιμον ἐμαυτὸν ἐπιδιδόναι.
——
10τοῦ δὲ ἀδελφοῦ σου(*) συμπεσόντος μοι
10aτῆι ιζ τοῦ Μεχεὶρ
καὶ ἀξιώσαντός με, ὅπως, ἐὰν ἐνέγκηι
τρίτομον, μεταλάβωσιν αὐτῶι οἱ πα-
ρʼ ἐμοῦ γραμματεῖς πάντας τοὺς
χρηματισμούς ∶ εἶπα αὐτῶι μὴ ἐμὲ
15ἀξιοῦν, ἀλλὰ δόξαντα ἀδελφὸν αὐτοῦ(*)
ἐν τῆι αὐλῆι εἶναι παραγίνεσθαι ∶
——
μονογράφοις δὲ μηθὲν διδόναι γράφειν
μηδὲ ἀναλίσκειν χαλκοῦς, καὶ ἀπέλυσα
εἴπας αὐτῶι ὀρθρίτερον ἐλθεῖν, ὅπως
20λαβὼν παρʼ ἐμοῦ ἐν Μέμφει σησάμου
τέταρτον τρίψῃ μοι ἐν Μέμφει τρίμμα
διὰ τὸ εἰς τὴν πόλιν με θέλειν δοῦναι
ἀπενεγκεῖν ∶ ὁ δὲ φαίνεται τὴν
——
ἡμέραν ἐκείνην ἀσχοληθεὶς <ἢ> ᾔσχυνται
25συμμεῖξαί μοι ∶ εἴπερ οὖν ἐστιν αὕτη
——
ἡ αἰτία καὶ διὰ τοῦτο οὐκέτι ἥκει πρὸς ἐμὲ
αἰσχυνθείς ∶ παρακαλέσας αὐτὸν
——
ἀπόστειλον πρὸς ἐμέ, γίνεται γὰρ
ἐντραπῆναι ∶ ἐγὼ γὰρ νὴ τοὺς θεοὺς
30ἀγωνιῶ, μήποτε ἀ[ρ]ρωστεῖ τὸ παιδάριον
καὶ οὐκ ἔχω σχολὴν ἀναβῆναι πρὸς ὑμᾶς.
——
εἰ δὲ διʼ ἄλλο τι οὐκ ὀπτάνεταί μοι, γίνωσκε
σαφῶς, ὅτι, ἐ[ὰ]ν ἀναβῶ κἀγὼ(*) προσκυνῆσαι
——
πρὸς σὲ οὐ μὴ εἰσέλθω, εἰς δὲ
⟦εἰς⟧ τὰ Πρωτάρχου καταλύσω. ὑγίαινε
35[δὲ ]
(hand 2) [ἔρρωσο. ⁦ -ca.?- ⁩]
v
Πτολεμαίωι.

Apparatus


^ r.10. corr. ex
^ r.15. corr. ex αυτωι
^ r.33. l. καὶ ἐγὼ

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.