DDbDP transcription: upz.1.71 [xml]
152 BC Memphis
[Reprinted from: p.paris.46] PParis46
r
Ἀπολλώνιος Πτολεμαίωι τῷ ἀδελ-
φῶι(*) χαίρειν. εἰ ἔρρωσαι καὶ τὰ παρὰ(*)
τῶν θεῶν κατὰ λόγον σοι χρηματί-
ζεται, εἴη ἂν ὡς βούλομαι καὶ(*) αὐτὸς
5δὲ μετρίως ἐπ[α]νῆ[γο]ν. τίνα μὲν
τρόπον ὁ ἀδελφός σου [Ἀ]πολλώνιος
ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς λῃστῶν
ἐπικειμένων ἐνκατελελοίπει με ἀπο-
δημήσας, [ο]ὐχ ἕτερόν τινα, ἀλλὰ σὲ αὐτὸν
10μάρτυρα ἐπισπασαίμ\ην/. καὶ νῦν δὲ
[- ca.14 -]ειρημένοις
παραβέβηκεν, \τοὺς ὅρκους ⟦το⟧/, οὓς συνθέμενοι πρὸς
ἑαυτὸς(*) ὀμωμόκεμεν ἔν τε τῶι Ἡρακλείωι
καὶ τοῖς ἄλλοις ἱεροῖς. διὸ καὶ ἡγούμενος
15δεῖν ἐπʼ ἄλλου μὲν \μη/θενὸς(*) αὐτῶι διακριθῆναι,
ἐπὶ σοῦ δʼ αὐτοῦ γέγραφά σοι, ὅπω[ς]
Ἀπολλωνίωι παραγγείληις, καὶ αὐτὸς δέ
ὡς ἂν εὐκαιρήσω, παραχρῆμα παρέσομαι πρὸς σέ.
νομίζω γὰρ μάλιστα τῶν ἄλλων(*) παρακολουθή-
20σαντά(*) σε τῆι ἀληθείαι πικρότερον προσενε-
χθήσεσθʼ αὐτῶι. ἐ[πιμ]έλου μὲ(*) καὶ σαυτοῦ,
ἵνʼ ὑγιαίνῃς καί, περὶ ὧν ἂν βούληι, γράφε.
——
(hand 2) ἔρρ[ωσο]. (ἔτους) κθ Μεσορὴ κϛ. v
Πτολεμαίωι.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.