DDbDP transcription: upz.1.108 [xml]
99 BC Memphis
[Reprinted from: .] P.Leid. 1 H p.47; C.Ord.Ptol. 63
Τιμόνικος τ[ῶ]ι τ[ο]ῦ Ἀνουβιε[ίο]υ [ἐ]π[ιστά]τει(*) χαίρε[ιν].
περὶ τῶν κατὰ Π[ε]τῆσιν ἀρχεντ[α]φι[αστ]ὴν ἀντίγραφον ὑπόκει[τ]αι ὅπως εἰδῇς.
ἔρρωσο. (ἔτους) ιϛ Φαῶφι ε.
βασιλεὺς Πτολεμαῖος ὁ ἐπικαλούμε[νο]ς Ἀλέξανδρος καὶ βασίλισσα Βερενίκηι(*) ἡ ἀδελφηι(*)
5[Ἀ]πολλωδώρωι χαίρειν καὶ ἐρρῶσθαι. τῆς δεδομένης ἡμῖν ἐντεύξεως παρὰ Πετήσιος,
[π]ερὶ ὧν προφέρεται παρʼ ἕκαστον σκύ[λ]λεσθαι ὑπʼ ἐνίων, ἀντίγραφον συνεσφράγισται. γινέσθω
[οὖ]ν ἕκαστα καθὼς ἀξιοῖ. ἔρρωσο.
βασιλεῖ Πτολεμαίωι τῶι καὶ Ἀλεξάνδ[ρωι] θεῶι Φ[ι]λομήτορι καὶ βασιλίσσηι Βερενίκηι τῆι ἀδελφῆι
[θεᾶι Φιλα]δέλφωι χαίρειν.
10Πετῆσις Χενούφιος ἀρχενταφιασ[τὴ]ς τοῦ Ὀσοράπιος καὶ Ὀσορομνέυιος θεῶν <ἀειζῴων> μεγίστων.
χρείας πλείους καὶ ἀναγκαίας παρεχόμενος τοῖς προγεγραμμένοις θεοῖς <τὰς χεῖρας αὐτοῖς προσφέρων> καὶ <τὰς> ὑπὲρ ἡμῶν,
μέγιστοι θεοὶ <καὶ> νικηφόροι, εὐχὰς καὶ [θυ]σίας ἐπιτελω(*) διδόναι ἡμῖν(*) ὑγίειαν νίκην κράτος
σθένος κυριείαν τῶν ὑπὸ τὸν οὐρα[νὸ]ν χωρῶν, σκυλλόμενος δὲ καὶ παρʼ ἕκαστον διασει-
[όμ]εν[ο]ς ε[ἰ]κῆι <καὶ ὡς ἔτυχεν ὑπό τινων ἐπὶ τῶν τόπων> [τ]ὴ[ν] ἐφʼ [ὑ]μᾶς κατ[α]φ[υγὴ]ν πεποίη[μα]ι [καὶ ἀ]ξιῶ δεόμ[ε]ν[ος, ἐὰ]ν δοκῆι, προσ-
15[τ]άξαι Φιλ[ο]κράτει [τῶι συγγενεῖ καὶ ἐπιστολογράφωι] ἐγδοῦν[α]ι(*) [περὶ ἐμο]ῦ καὶ [τῆς] οἰκίας
[μου ἐντο]λὴν περι[έχουσαν μη]θενὶ ἐξ[εῖν]αι εἰσβιάζεσθαι εἰς τὴν δηλουμ[έ]νην [οἰ]κ[ίαν]
[- ca.15 -] ̣ ̣ ̣ ̣ μηδʼ ἐκ ταύτης περισπᾶν κατὰ μηδένα τρόπον μηδὲ <διασείειν με μηδὲ>
[ἐπ]ιβ[άλλ]ειν μοι τὰς χ[εῖ]ρ[ας καί,] <ἐὰν δοκῆι,> ἐπʼ αὐτῆς δε(*) τῆς οἰκίας μου προθεῖναι ἐν λευκώματι, ἵνα
τυχὼν τῆς παρʼ ὑ[μῶ]ν φιλ[α]ν[θ]ρ[ω]πίας ἐπιτελῶ [τὰς τῶν θεῶ]ν λειτουργίας.
20εὐ[τυχεῖτε].
(hand 2) βασιλεῖ Πτολεμαίωι τῶι καὶ Ἀλεξάνδρωι θεῶι Φιλομήτορι χαίρειν
Πετῆσις Χενούφιος ἀρχενταφιαστὴς Ὀσοράπιος καὶ Ὀσορομνέυιος θεῶν <ἀειζῴων> μεγίστων. τῆς κατʼ ἐμὲ χρείας οὔσης μεγάλης <καὶ>
ἀναγκαίας ἕνεκα τοῦ τὸ πλεῖον τοῖς προγεγραμμένοις θε[οῖς] τὰς ὑπὲρ σοῦ, μέγιστε βασιλεῦ, ἐπιτελεῖν εὐχὰς καὶ θυσίας, διὸ καὶ ἐν τῶι ιϛ (ἔτει)
Φαωφί(*) ἐπέδωκα ἔντευξιν, καθʼ ἣν ἐσήμαινον ὑπʼ ἐνίων σκύλλεσθαι καὶ διασείεσθαι εἰκῆι παρʼ ἕκαστον ἀξιώσας προστάξαι Φιλοκράτει
25τῶι συνγενεῖ καὶ ἐπιστολογρά(φωι) ἐγδοῦναι(*) περὶ ἐμοῦ καὶ τῆς οἰκίας μου ἐντολὴν περιέχουσαν μηδενὶ ἐξεῖναι εἰσβιάζεσθαι εἰς ⟦τὴν δηλο⟧ \αὐτὴν/
μηδὲ ἐκ ταύτης περισπᾶν {μηδέν[α]} κατὰ μηδένα τρόπον [μ]ηδὲ ἐπιβάλλειν μοι τὰς χεῖρας, προθεῖναι δὲ καὶ ἐπὶ τῆς
οἰκίας μου λεύ[κ]ωμα πε[ρ]ὶ τούτων, ἀπὸ δὲ ταύτης γραφέντος Ἀπο[λ]λοδώρωι τῶι γενομένωι τοῦ νομοῦ στρατηγῶι
γίνεσθαι ἕκαστα καθὼς ἠ[ξ]ίουν, ὅν ̣ ̣ ̣ \καὶ/ [ ̣ ̣ ̣ ̣ ̣] ̣ ̣ ̣ [ ̣ ̣]μο̣υ̣ [ ̣ ̣] ̣ ̣ ̣τος δ[έ] μοι ὑπὸ Τιμονίκου τοῦ πρὸς τῆ[ι σ]τρατηγίαι πρὸς τὸν [τοῦ]
Ἀνουβιείου ἐπιστάτην π[ε]ρὶ τούτων χρημα(τισμοῦ) καὶ ἑκάστων πρὸς τέλος ἀχθέντων, προτεθέντος δὲ καὶ πρὸ τῆς οἰκίας μ[ου]
30ἐ̣ν̣ λευκώμα(τι) τοῖς τε Ἑλληνικοῖς καὶ ἐνχω(ρίοις) γράμμασιν τοῦ προγράμμα(τος), ἐφʼ οἷς ⟦καὶ⟧ ἔχοντός μου αἰώνιον χάριν, οὐκ [ ̣ ̣ ̣ ̣ ̣]
Νουμήνιος ὁ κατασταθεὶς πρὸς τῆι στρα(τηγίαι) τοῦ αὐτοῦ νομοῦ παραβὰς τὰ ὑπὸ σοῦ, μέγ[ιστε] βασιλ(εῦ), προστετα(γμένα), ἐπελθὼν ἐπὶ τὴν
σημαινομένην μου οἰκίαν ἐσκύ(λεν) ταύτην οὐ μετρίως καὶ τὰ ἔνδον ὄντα μου ἔπιπλα ἐλαφύρευσεν ⟦ ̣ ̣ ̣ίζων τῆι⟧
προαιρούμενος οὖν, μέγιστε βασιλεῦ, καινὴν ἐπιστολ(ὴν) γρα[φ]ῆναι Ἀρίσ[τ]ωνι τῶι τοῦ αὐτοῦ νομοῦ στρα(τηγῶι) περὶ τού\των/ διὰ τὸ προορᾶσθαι
μήποτε τοῖς αὐτοῖς περιπεσῶ, δέομαί σου προστάξαι Αρ ̣ ̣ ̣ ̣ωι τῶι σ(υγγενεῖ) καὶ ἐπιστολογρά(φωι) γρά(ψαι) τῶι Ἀρίστωνι μηδενὶ ἐξεῖναι εἰσβία(ζεσθαι)
35[ε]ἰς τὴν δηλο(υμένην) οἰκίαν μηδʼ ἐκ ταύτης περισπᾶν, κατακολουθεῖν δὲ [καὶ] τοῖς περὶ ἐμοῦ πρότερον προστετα(γμένοις) καὶ νῦν ἐπιχ̣[ωρη]θ̣ησομέ(νοις) ?.
τούτου γὰρ γενομ(ένου) ἔσομαι πεφιλανθρω(πημένος). [ε]ὐτύ(χει).

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.