Papyri.info

sign in

upz.1.113 = HGV UPZ 1 113 = Trismegistos 3505 = p.paris.61r



DDbDP transcription: upz.1.113 [xml]

156 BC Memphis
[Reprinted from: p.paris.61r] PParis61r

Διοσκουρίδης Δωρίωνι χαίρειν. τῆς πρὸς Δωρίωνα ἐπιστολῆς
τὸ ἀντίγραφον ὑπόκειται. νομίσαντες οὖν καὶ πρὸς ὑμᾶς τὰ αὐτὰ ἐπε-
στάλθαι σκοπεῖτε, ἵνα μηθὲν παρὰ ταῦτα γίνηται μηδʼ ἡμᾶς τῶν
κακῶς πραχθησομένων διαλανθάνῃ. ἔρρωσο. (ἔτους) κϛ Ξανδικοῦ α Θῶυθ κε.
——
5Δωρίωνι. τοῦ βασιλέως καὶ τῆς βασιλίσσης πρὸ πολλοῦ ἡγουμένων
πάντας τοὺς ὑπὸ τὴν βασιλείαν δικαιοδοτεῖσθαι, εἰς δὲ τὴν
πόλιν καταπλεόντων οὐκ ὀλίγων καὶ τῶν μὲν καθʼ ὑμῶν, τῶν
δὲ κατὰ τῶν ὑφʼ ὑμᾶς τεταγμένων, μάλιστα δὲ κατὰ τῶν
πρὸς ταῖς τελωνίαις ἐντυγχανόντων περί τε διασεισμῶν
10καὶ παραλογειῶν, ἐνίων δὲ καὶ συκοφαντεῖσθαι προφερομένων,
βουλόμεθʼ ὑμᾶς μὴ διαλανθάνειν, ὅτι ⟦ταῦτα⟧ πάντα \ταῦτα/ ἐστὶν
ἀλλότρια τῆς τε ἡμῶν ἀγωγῆς, οὐχ ἧσσον δὲ καὶ τῆς ὑμε-
τέρας σωτηρίας, ἐπάν τις ἐξελεγχθῆι λελυπηκώς τινα
τῶν κατὰ μέρος. διὸ καὶ ὅπως μηθὲν ἔτι τοιοῦτο γίνηται
15μή τε ἀδικῆται μηθεὶς ὑπὸ μηδενός, μάλιστα δὲ τῶν
συκοφαντεῖν ἐπιχειρούντων τελωνῶν, αὐτοί τε παρα-
φυλάξασθε καὶ πᾶσι τοῖς κατὰ μέρος διαστείλασθε περὶ τῶν
αὐτῶν μὴ παρέργως.
——

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.