Papyri.info

sign in

p.tor.choach.12 = HGV P.Tor. Choach. 12 = Trismegistos 3563 = upz.2.162



DDbDP transcription: p.tor.choach.12 [xml]

117 BC Thebes
[Reprinted from: upz.2.162] UPZ 2 162

1
ἔτους νδ Ἁθὺρ κβ ἐν Διὸς πόλει τῆι Μεγάληι
ἐφʼ Ἡρακλείδου τῶν ἀρχισωματοφυλάκων καὶ ἐπιστάτου
τοῦ Περὶ Θήβας καὶ ἐπὶ τῶν προσόδων τοῦ νομοῦ, συνπαρόντων
Πολέμωνος τῶν ἀρχισωματοφυλάκων, Ἡρακλείδου τῶν
5αὐτῶν καὶ γυμνασιάρχου, Ἀπολλωνίου τοῦ Ἀπολλωνίου καὶ
Ἑρμογένου(*) τῶν φίλων, Παγκράτου τῶν διαδόχων, Κομάνου
τῶν ἡγεμόνων, Πανίσκου τοῦ Ἀμμωνίου τῶν κατοίκων
καὶ ἄλλων πλειόνων.
καταστάντος Ἑρμίου τοῦ Πτολεμαίου τῶν ἐκ τ̣οῦ Ὀμβίτου
10πρὸς τοὺς ἀπὸ τοῦ τόπου χοαχύτας Ὧρον καὶ Ψενχῶνσιν <καὶ Πανᾶν>
καὶ Χονοπρῆν καὶ τοὺς τούτων ἀδελφούς, ἀνεγνώσθη τὸ ἐπιδοθὲν
Ἑρμίαι τῶι συγγενεῖ καὶ στρατηγῶι καὶ νομάρχη̣ι παρὰ τοῦ
Ἑρμίου ὑπόμνημα, ἀναπεμφθὲν δὲ ἐφʼ ἡμᾶς, οὗ ἐστιν ἀντίγραφον·
Ἑρμίαι συγγενεῖ καὶ στρατηγῶι καὶ νομάρχ̣η̣ι π̣αρʼ Ἑρμίου
15τοῦ Πτολεμαίου τῶν περὶ αὐλὴν διαδόχων καὶ ἡ̣γεμόνος
ἐπʼ ἀνδρῶν. τοῦ νγ (ἔτους) Μεχεὶρ ἐπιβαλόντος εἰς Διὸς πόλιν τὴν
Μεγάλην Δημητρίου τοῦ συγγενοῦς καὶ ἐπιστρατήγου ἐπέδωκα
ὑπόμνημα κατὰ Ὥρου τοῦ Ἁρσιησιος(*) καὶ Ψενχών[σ]ιος τοῦ Τεεφί̣β̣ιος,
Πανᾶτος τοῦ Πεχύτιος, Χονοπρέους τοῦ Ἁρσιήσιος̣ καὶ τῶν
20τούτων ἀδελφῶν τῶν τὰς λειτουργίας ἐν ταῖς ν̣εκρίαις παρεχο-
μένων, καλουμένων δὲ χοαχυτῶν, διʼ οὗ προηνεγκάμην, ὅτι ὑπαρ-
χόντων μοι ἐν τῆι Διὸς πόλει προγονικῶν κτήσεων, ὧν οἱ πρόγονοί μου
κεκυρίευκαν, ἐφʼ ὅσον περιῆσαν <χρόνον>, οἱ ἐ̣νκαλούμενοι τὴν κατοικίαν
ἔχοντες ἐν τοῖς Μεμνονείοις, οὗπερ σ̣υνκεχωρημένον αὐτοῖς ἐστιν
25καὶ τοῖς προγόνοις αὐτῶν(*) οἰκεῖν, ἐν δὲ τῆι τῶν καιρῶν περιστάσει
καταγνόντες ἐπὶ τῶι ἄλλου τὴν κατοικίαν ἔχειν με, ἐπελθόντες ἐπὶ
μίαν μου οἰκίαν, ἥ ἐστιν ἐκ τοῦ ἀπὸ νότου καὶ λιβὸς τῆς Διὸς πόλεως ἀπὸ
βορρᾶ τοῦ δρόμου τοῦ φέροντος ἐπὶ ποταμὸν τῆς μεγίστης θεᾶς Ἥρας, ἀπὸ νότου
τοῦ φέροντος ἐπὶ τὸ Δημήτριον, ἧς τοῖχοι περιῆσαν, καὶ τῆι περὶ ἑαυτοὺς βίαι
2
χρησάμενοι, ἐπισκευάσαντες τὰ καθειρημένα(*) μέρη ἐνοικοῦσιν
ἀντιποιούμενοι ἀδίκως. ὑπὲρ ὧν μεταλαβόντος μου παρεγενήθην
εἰς τὴν Διὸς πόλιν ἐν τῶι με (ἔτει) καὶ εἰς λόγους αὐτοῖς ἐλθόντος προ-
ηνέγκαντο παρὰ Λοβάιτος τῆς Ἑριέως ἐωνῆσθαι. ὅθεν ἐν τῶι αὐτῶι
5ἔτει τοῖς ἐν τῆι Θηβαίδι χρηματισταῖς ἐνέβαλον ἔντευξιν εἰς τὸ
προτεθὲν ὑπʼ αὐτῶν ἀγγεῖον ἐν τῆι Διὸς πόλει, ὧν ἦν εἰσαγωγεὺς
Διονύσιος, κατὰ τῆς Λοβάιτος πρὸς τὸ ἀπροφασίστους αὐτοὺς κατα-
στῆσαι, καὶ γενομένης μοι καταστάσεως πρὸς αὐτὴν ἐν τῶι
Παχὼν μηνὶ τοῦ προκειμένου με (ἔτους), αἰσθομένη ὡς οὐθὲν
10εἶχεν βέβαιον, ἕνεκεν τοῦ καὶ τῶν γῶν μὴ μετεσχηκέναι αὐτὴν
μητὲ(*) τῶν προγόνων αὐτῆς μηθένα, συνεισέδωκέ μοι συνχώρησιν,
καθʼ ἣν ἐδηλοῦτο μήτε πρότερον μήτε νῦν ἀντιποιεῖσθαι τῆς οἰκίας.
τούτων οὕτως ἐχόντων οἱ ἐνκαλούμενοι ἀποθλιβέντες τῶ̣ι
μηθενὸς δικαίου ἀντέχεσθαι ἀνεχώρησαν εἰς τὰ Μεμνόνεια,
15ἐγὼ δʼ ἐφʼ ἱκανὰς ἡμέρας καταφθαρεὶς ἠναγκάσθην, τῶν ἀνθρώπων
μὴ ἐρχομένων εἰς τὰς χεῖρας, ἀναλῦσαι εἰς τὸ τεταγ̣[μένο]ν. καὶ
μετὰ ταῦτα πολλάκις ἐπιβεβληκότος <μου> εἰς τὴν Διὸς πόλιν, ἐκκλίν̣ο̣ν̣τ̣ες
οὐ διαλείπουσιν. οὐκ ἀρκεσθέντες δὲ ἐπὶ τῶι ἐνοικεῖν ἐ̣ν̣ τῆι
ἐμῆι οἰκίαι, ἀλλὰ καὶ νεκροὺς ἀπηρεισμένοι τυγχάνουσιν ἐ̣νταῦθα,
20οὐ στοχασάμενοι τῶν ἐξακολουθούντων αὐτοῖς ἐπιτίμων, καὶ
ταῦτα οὔσης ἐπὶ τοῦ δρόμου τῆς Ἥρας καὶ Δήμητρ̣ος τῶν μεγίστων
θεῶν, αἷς ἀθέμιτά ἐστιν νεκρὰ σώματα καὶ οἱ ταῦτα θεραπεύοντες,
καίπερ Αἰνέου τοῦ στρατηγήσαντος γράψαντος Πτολεμαίωι τῶι
τότε ἐπιστατοῦντι τὸ ἔθνος μεταγαγεῖν εἰς τὰ Μεμνόνεια,
25καθότι καὶ πρότερον, ἐξ ὧν προσανήνεγκεν αὐτῶι Τατᾶς
ὁ βασιλικὸς ἰατρὸς προστεταχέναι τὸν βασιλέα, καὶ περὶ τοῦ αὐτοῦ
ἔθνους ἐτύγχανεν Διασθένης ὁ στρατηγήσας γεγραφὼς μετα-
γαγεῖν αὐτοὺς, ὧν καὶ παραθήσομαι ἀντίγραφα ἐπὶ τῆς καταστάσεως.
καὶ διὰ τῶν παρὰ Δημητρίου παραγγελέντος αὐτοῖς ἔρχεσθαι
30ἐπὶ τὸ κριτήριον μέχρι τοῦ τὰ καθʼ ἡμᾶς διεξαχθῆναι, οἱ δʼ ἐκτοπίσαντες
οὐκ ἀπήντησαν. τοῦ δὲ Δημητρίου χωριζομένου ἠξίωσα, ἵνα
χρηματισθῇ σοὶ τὸ ὑπόμνημα ὑπὲρ τῶν κατʼ αὐτοὺς, ὃ καὶ ἀποσταλὲν
ἀπέδωκα ἐν Λάτων πόλει ἐν τῶι Φαμενὼθ μηνί. καὶ σοῦ γράψαντος
Πτολεμαίωι τῶι τότʼ ἐπιστατοῦντι ἐξαποστεῖλαι αὐτοὺς, ὅπως
35διεξαχθῆι τὰ καθʼ ἡμᾶς καὶ μὴ ἐξαποσταλέντων, ἐν δὲ τῶι Παῦνι
3
τοῦ αὐτοῦ ἔτους ἐπιβαλόντος σου εἰς τὴν Διὸς πόλιν ⟦σὺν τῶι Δη⟧
{εἰς τὴ̣ν Διὸς πόλιν} σὺν τῶι Δημητρίωι πρὸς τὴν διάβασιν
τοῦ μεγίστου θεοῦ Ἄμμωνος καὶ ἐπιδόντος <μού> σοι τὸ προκείμενον
ὑπόμνημα κατὰ τῶν σημαινομένων καὶ παραγγελέντος
5αὐτοῖς ἀπαντᾶν ἐπὶ τὸ κριτήριον, φυγοδικοῦντες οὐκ ἀπήντησαν,
κατὰ <δὲ> τὸ ἀναγκαῖον τὸν ἀνάπλο̣υ̣ν ἐποιησάμην ἅμα σοὶ
ἐπὶ τοὺς τόπους. διὸ ἀξιῶ ἐμβλέψαντα εἰς τὴν γεγενημένην μοι
καταφθορὰν ὑπὸ ἀσεβῶν ἀνθρώπων, ἀλλʼ ἐὰν φαίνηται
συντάξαι γράψαι Ἡρακλείδει(*) τῶι ἐπὶ τοῦ Περὶ Θήβας μετα-
10πεμψάμενον τοὺς εὐθυνομένους ἐπισκέψασθαι περὶ τούτων,
ἵνʼ, ἐὰν παραδεικνύω ταῦθʼ οὕτως ἔχοντα, συναναγκασθῶσιν
ἐκχωρεῖν ἐκ τῆς οἰκίας καὶ ὁμόλογοι κατασταθέντες νεκροὺς
ἀπηρεισμένοι ἐν τῆι σημαινομένηι οἰκίαι ἐξαποσταλῶσι
πρὸς σέ, ὅπως τύχωσι τῆς ἁρμοζούσης ἐπιπλήξεως.
15τούτου δὲ γενομένου ἔσομαι τετευχὼς τοῦ δικαίου.
——
εὐτύχει.
Ἡρακλείδει(*). (ἔτους) νδ Φαῶφι κα.
τούτου ὄντος καὶ δικαιολογηθέντων τῶν συνκαταστάντων
αὐτοῖς, περὶ μὲν τοῦ Ἑρμίου Φιλοκλέους, ὑπὲρ δὲ τῶν περὶ τὸν
20Ὧρον Δείνωνος, παραγινωσκομένων αὐτοῖς ἐξ ὧν παρέκειντο
δικαιωμάτων ὧν ἑκάτερος ᾑ̣ρεῖτο, ⁦ vac. ? ⁩ καὶ τοῦ μὲν Φιλοκλέους
παραπλήσια τοῖς διὰ τοῦ ὑπομνήματος προενεγκαμένου
παραναγνόντος δὲ καὶ ἐξ ὧν παρέκειτο δικαιωμάτων ἀντιγραφου(*)
ἐντεύξεως, καθʼ ἣν ἔφη ἐμβαλόντος αὐτοῦ εἰς τὸ προτεθὲν ἀγγεῖον
25ὑπὸ τῶν ἐπιβαλόντων εἰς Διὸς πόλιν τὴν Μεγάλην χρηματιστῶν,
οἷς εἰσῆγεν Διονύσιος, κατὰ Λοβάιτος τῆς Ἑριέως μιᾶς ἀπὸ τῶν
πεπρακότων τοῖς περὶ τὸν Ὧρον τὴν οἰκίαν οὕτως τὴν Λοβάιν
συνανενηνοχέναι αὐτῶι συνχώρησιν, διʼ ἧς ἔφη αὐτὴν προ-
ενηνέχθαι μήτε πρότερον μήτε νῦν ἀντιποιεῖσθαι τῆς οἰκίας
30πρὸς τὸ ἀπροφασίστους καταστῆσαι τοὺς ἀντιδίκους μηθενὸς
δικαίου ἀντεχομένους, καὶ κατὰ μὲν τὸν τρόπον τοῦτον
φήσας ἀπελαύνεσθαι αὐτοὺς τῆς κρατήσεως τῆς οἰκίας,
——
ὁμοίως δὲ καὶ ἀναφορὰν τοῦ βασιλικοῦ γραμματέως, καθʼ ἣν ἔφη
συνσταθείσης αὑτῶι κρίσεως ἐπὶ τῶν χρηματιστῶν πρὸς
4
Ἁρμᾶιν Νεχθμώνθου τῶν ἀπὸ̣ τ̣ῆς Διὸς πόλεως ἱερέων τοῦ
Ἄμμωνος περὶ γῆς σιτοφόρου (ἀρουρῶν) κ, ὧν ἐδήλου οὐσῶν αὑτοῦ
προγονικῶν Ἀπολλώνιον Δάμων̣ος πεπρακέναι τῶι Ἁρμάει
παρὰ τὸ καθῆκον, καὶ τοῦ Ἀπολλωνίου διαδεξαμένου ὑπὲρ
5τοῦ Ἁρμάιος τὴν κρίσιν, παρὰ δὲ τοῦ βασιλικοῦ γραμματέως
γενομένης τῆς ἀναφορᾶς ἐπὶ τοὺς χρηματιστὰς ἐκ τῶν παρὰ
τοῦ τοπογραμματέως καὶ κωμογραμματέως ἀνενεχθέντων
περὶ τοῦ ἀναγράφεσθαι τὴν γῆν εἰς Ἕρμωνα Ἑρμίου τὸν πάππον
τῆς Ἑρμίου μητρὸς καὶ τὸν Ἀπολλώνιον συνανενηνοχέναι
10αὑτῶι συνχώρησιν ἐξιστάμενον τῆς γῆς, φήσας κατὰ
ταύτην τὴν διάκρισιν μέγα τι συμβάλλεσθαι τεκμήριον
πρὸς τὴν ἐνεστηκυῖαν αὑτῶι πρὸς τοὺς περὶ τὸν Ὧρον
κρίσιν περὶ τῆς οἰκίας, ὡσαύτως δὲ καὶ προστάγματος
ἀντίγραφον περὶ τοῦ τὰ μὴ ἀναγεγραμμένα Αἰγύπτια
15συναλλάγματα ἄκυρα εἶ̣ν̣α̣ι, καὶ ἔλεγεν μὴ προσχρηστέον
εἶναι ταῖς ἐπιφερομέναις ὑπὸ τῶν περὶ τὸν Ὧρον κατὰ τῆς
οἰκίας συγγραφαῖς, καὶ ἐκ τοῦ τῆς χώρας νόμου μέρη περὶ τοῦ,
ἐὰν τις ἐπενέγκηι συγγραφὴν ἐ̣π̣ὶ τὸ δικαστήριον μὴ ἐστυ-
ριωμένην, μὴ προσχρῆσθαι καὶ, ἐάν τις ἐπε̣νέγκηι
20ψευδῆ συγγραφήν, διαιρεῖσ̣θαι αὐτήν, καὶ μέρος ἐγ(*) νόμου
βεβαιώσεως, καθʼ ὃ ἔφη δεῖν τοὺς ἀντιδίκους συνίστασθαι
τὸν λόγον πρὸς τοὺς ἀποδομένους αὐτοῖς, καὶ ἑτέρους δὲ
χρηματισμοὺς Ἑρμίου τοῦ συγγενοῦς καὶ στρατηγοῦ καὶ
νομάρχου, ὧι ὑπετέτακτο καὶ ἡ παρὰ Διασθενου(*) τοῦ στρατηγοῦ
25γραφεῖσα αὐτῶι ἐπιστολή, ὑποτεταγμένων αὐτῆι καὶ τῆς
πεμφθείσης αὐτῶι ὑπὸ τῶν ἱερέων̣ τοῦ Ἄμμωνος καὶ ἀναφορᾶς
Παμώνθου τοῦ γενομένου τοπογραμματέως καὶ Αἰνέου
τοῦ στρατηγοῦ ἐπιστολή, περὶ τοῦ τοὺς ἀπὸ τῆς Διὸς πόλεως
ταριχευτὰς μετοικισθῆναι εἰς τὰ Μεμνόνεια, φήσας καὶ
30ἀπὸ τούτων περιγίνεσθαί τινα αὑτῶι κυριείαν, καὶ προσταγμα(*)
περὶ προθεσμιῶν, οἷς προσήδρευεν μὴ παρὰ τὸν προγεγονότα
χρόνον ποιησαμένους, καὶ ἐξ ὧν δὲ προενήνεκτο καὶ παρανέγνω
ἐπὶ τῆς δικαιολογίας, ἠξίου τοὺς ἀντιδίκους ἐξοικισθῆναι,
ἑαυτῶι δὲ παραδοθῆναι τὴν οἰκίαν.
——
35μεταλαβὼν τὸν λόγον ὁ τοῖς περὶ τὸν Ὧρον συνκαταστὰς
Δείνων προηνέγκατο τὸν Ἑρμίαν κατὰ κενὸν περιεσπακέναι
5
τοὺς περὶ τὸν Ὧρον ἐπὶ τῆι πάσηι συκοφαντίαι καὶ διασεισμῶι
καὶ εἰς οὐ τὰ τυχόντα βλάβη περιστῆσαι οὐθενὸς εὐλόγου ἀντεχόμενον,
φήσας εἶναι αὐτῶν τὴν οἰκίαν καὶ καθʼ ἃ παρέκειτο ἀντίγραφα
συγγραφῶν Αἰγυπτίων, διηρμηνευμένων δʼ Ἑλληνιστί, μιᾶς μὲν
5γεγονυίας τοῦ κη (ἔτους) Παχὼν ἐπὶ τοῦ Φιλομήτορος, καθʼ ἣν ὁ τοῦ ἑνὸς
τῶν ἐνκαλουμένων Ψενχώνσιος καὶ Χονοπρέους πατὴρ Τεεφῖβις
ἐώνητο παρὰ Ἑλήκιος καὶ Λοβάιτος καὶ Τβαιάιτος καὶ Σενεριεῦτος
καὶ Ἑριέως καὶ Σενοσορφίβιος καὶ Σισόιτος τοῦ καὶ Ἑριέως, ὄντων ἑπτά ,
πήχεις οἰκοπεδικοὺς ἑπτὰ ἥμισυ ἐκ τοῦ ἀπὸ νότου μέρους τῶν
10ὑπαρχόντων αὐτοῖς ψιλῶν τόπων πηχῶν δέκα , ἑτέρας δὲ,
καθʼ ἣν ὁ τῶν ἐνκαλουμένων Νεχούτου καὶ Ἁσῶτος καὶ ἄλλου
Νεχούτου καὶ τῆς τούτων ἀδελφῆς Νεχούθιος πατὴρ Ἁσῶς
ὁμοίως ἐώνητο παρὰ τῶν αὐτῶν πήχεις δύο ἥμισυ ἐν τῶι αὐτῶι
ἔτει καὶ μηνί, ἑτέρας δὲ γεγονυίας τοῦ λε (ἔτους) Μεσορὴ ἐπὶ τοῦ αὐτοῦ
15βασιλέως, καθʼ ἣν ὡσαύτως ἐώνητο ὁ τῶν ἄλλων Πανᾶτος καὶ
Πατοῦτος καὶ Πασήμιος καὶ Ἁρπχήμιος καὶ Σεναμούνιος πατὴρ
Πε̣χύτης̣ παρʼ Ἀμμωνίου καὶ Ζβενδήτιος τὸ ἐπιβάλλον αὐτοῖς
τῆ̣ς αὐτῆς οἰκίας μέρος τέταρτον , πήχεις τρεῖς τρίτον , ὧν καὶ
τὰ τέλη τετάχθαι εἰς τὴν τοῦ ἐνκυκλίου ὠνήν, καὶ κεκυριευκέναι
20αὐτοὺς μέχρι τοῦ νῦν ἀναμφιλέκτως οὐθενὸς ἁπλῶς ἐμποιη-
σαμένου ἔτη τριάκοντα ἑπτά . παρέθετο δὲ καὶ μέρη ἐκ τῶν
περὶ τῶν φιλανθρώπων προσταγμάτων περὶ τοῦ τοὺς κεκυ-
ριευκότας τινῶν καὶ μὴ δυναμένους [π]α̣ρατίθεσθαι τὰ κατʼ αὐτῶν
συμβόλαια ἐᾶν κρατεῖν. ἐπελθὼν δὲ καὶ ἐπὶ τὰ τοῦ ἀντιδίκου
25δικαιώματα καὶ παραναγνωσθείσης τῆς προαναλελεγμένης
ἐντεύξεως ἔλεγεν, τοῦ ἀντιδίκου ἀναπεφωνηκότος διʼ αὐτῆς
τοῖς βασιλεῦσι τὸν ἑαυτοῦ πατέρα μετηλθαι(*) ἐκ τῆς Διὸς πόλεως
μεθʼ ἑτέρων στρατιωτῶν εἰς τοὺς ἄνω τόπους ἐ̣ν̣ τῆι γενομένηι
ταραχῆι ἐπὶ τοῦ πατρὸς τῶν βασιλέων, θεοῦ Ἐπιφανοῦς, καὶ ἔφη
30ἀναλογιζομένων τῶν χρόνων ἀπὸ μὲν τοῦ Ἐπιφανοῦς ἐτῶν κδ,
Φιλομήτορος ἐτῶν λε, θεοῦ δ̣ʼ Εὐεργέτου ἀπὸ τοῦ κε (ἔτους) ἕως τοῦ νγ (ἔτους)
ἐτῶν κθ, συντρέχειν ἔτη πρὸς τὰ πη, ὥστε ὁμολογουμένως
ἑαυτοῦ καταμαρτυροῦντα συμφανὲς καθεστακέναι μήτε τὸν ἑαυτοῦ
πατέρα μήτʼ αὐτὸν κατωικηκέναι(*) ἐν τῆι Διὸς πόλει μηδὲ κατα-
35λείπεσθαι αὐτῶι μηδεμίαν ἀντίρησιν(*) καθόλου περὶ τῆς οἰκίας
διὰ τοσούτων ἐτῶν ἐπερχομένωι καὶ μηδεμιᾶς κρατήσεως
μηδὲ κυριείας τινὸς ἐγγαίου περιγινομένης αὐτῶι μηδὲ τῶι
6
πατρὶ ἀπὸ τῶν ἔνπροσθεν χρόνων μέχρι τοῦ νῦν. προσαπε-
λογίζετο δὲ μήτε διαγραφὴν μήτʼ ἄλλην κτῆσιν ἐπιφέροντος,
ἀλλʼ ἀναποδείκτου καθεστηκότος, κακοτρόπως καὶ ἐπὶ ῥαδιουργίαι
παρακεῖσθαι αὐτὸν τὴν συνχώρησιν, καὶ ὄντων τῶν πεπρα-
5κότων ἐννέα καὶ τῶν περὶ τὸν Ὧρον ἐνοικούντων καὶ
κρατούντων τῆς οἰκίας, δέον εἶναι πρότερον κατὰ τούτων τὴν
ἔντευξιν δοῦναι, ἵνʼ οὗτοι ἤτοι προεπισκηψάμενοι τοῖς πεπρακόσιν
αὐτοῖς αὐτοὶ καὶ τὴν πρὸς τὸν Ἑρμίαν κρίσιν ἐγδικήσαντες(*)
ἐκστήσωσιν αὐτὸν τῆς πρὸς αὐτοὺς ἀντιδικίας ἢ παραδόντες
10τοῖς βεβαιωταῖς τὸν περὶ τῆς βεβαιώσεως λόγον συνστήσωνται
φανερᾶς τῆς κρίσεως γνωρισθείσης ἑκάστοις καὶ ἑλκυσθέντων
ἁπάντων εἰς τὸ κριτήριον, εἴπερ γε δὴ ἐνόμιζεν ἐκ τῆς ἀληθείας <τῆι>
κατὰ νόμους ὁδῶι πορευομενος(*) τὸν ἐξ εὐθυδικίας λόγον συν-
ίστασθαι καὶ μὴ διὰ κεκρυμμένης σκευωρίας κακοικονομίαν
15ἐνεργάζεσθαι, ἀγνοούντων τῶν ἀντιδίκων, εἴ τινα σύνπαιγμον
ποιεῖται τῆι Λοβάιτι μόνηι, ἧιπερ(*) οὐκέτʼ ἦν ἐξουσία τῆς οἰκίας
ἐμποιεῖσθαι πεπρακυίαι τὸ ἑαυτῆς μέρος ἕβδομον ἀπὸ πηχῶν
ἑπτὰ ἡμίσους καὶ ἑνὸς πήχεως ἐπιβάλλοντος αὐτῆι κατὰ τὴν
μίαν τῶν παρακειμένων συγγραφήν. προσαποδεικνὺς δὲ
20πρὸς τὸ συνστῆσαι, ὅτι ἐστὶν οἷα προενήνεκται, ἀναλαβὼν ἐξ ὧν
παρέκειτο ὁ Ἑρμίας περὶ ἧς ἔφη γεγονέναι αὑτῶι ἑτέρας διακρίσεως
πρὸς Ἁρμᾶιν καὶ Ἀπολλώνιον, ἔφη προενηνεγμένον αὐτὸν περὶ τοῦ
πεπρακέναι τὸν Ἀπολλώνιον τῶι Ἁρμάει, ἀφʼ ἧς ἔφη εἶναι αὑτοῦ γῆς
μέρος, τὴν δʼ ἔνκλησιν πεποιημένον οὐ κατὰ τοῦ ἀποδομένου
25Ἀπολλωνίου, κατὰ δὲ τοῦ ἐωνημένου καὶ κρατοῦντος Ἁρμάιος,
τοῦ δὲ Ἁρμάιος ἐπισκηψαμένου τῶι ἀποδομένωι Ἀπολλωνίωι
παραδεδωκέναι τὴν κρίσιν καὶ <τοῦτον> τὰ πρὸς τὸν Ἑρμίαν ἐγδεδικηκέναι(*)
ἀπὸ τῆς πρότερον συνσταθείσης κρίσεως Ἁρμάει τῶι ἐωνημένωι
καὶ κρατοῦντι, ὥστε μηδένα λόγον αὐτῶι καταλείπεσθαι περὶ τῆς
30πρὸς τὴν Λοβάιν συνχωρήσεως μηδὲ τοὺς περὶ τὸν Ὧρον ἐκθλί-
βεσθαι ταύτηι. περὶ δὲ τοῦ προστάγματος τοῦ περὶ τῆς ἀνα-
γραφῆς προεφέρετο μηθὲν αὐτῶι συμβάλλεσθαι, ὁμολογοῦντος
αὐτοῦ διὰ τῆς αὐτῆς ἐντεύξεως, ὅτι ἡ Λοβάις σὺν τοῖς ἑαυτῆς
ἀδελφοῖς ἀπέδοτο Ὥρωι καὶ τοῖς ἀδελφοῖς τὴν οἰκίαν, ὧν καὶ μετα-
35λαβόντα τὴν τῆς ἐντεύξεως ἐμβολὴν πεποιῆσθαι κατʼ αὐτῆς,
7
τὴν δʼ αὐτὴν ἀπολογίαν ἔχειν καὶ περ̣ὶ̣ ὧν παρέκειτο ἐκ τῶν
τῆς χώρας νόμων περὶ τῆς στυριώσε̣ως τῶν συγγραφῶν, προσ-
υποδεικνὺς ὡς εἰ καὶ ἐπὶ λαοκριτῶν διε̣κρίνοντο καθʼ οὓς π̣αρέκειτ̣[ο]
νόμους, πρότερον <δέον> εἶναι ἐπιδεικνύειν αὐτὸν ὥς ἐστιν υἱὸς τοῦ τε
5Πτολεμαίου καὶ ἧς φησὶν εἶναι μητρὸς, κα̣ὶ ὡς οἱ γονεῖς αὐτοῦ εἰσιν̣
ὧν προφέρονται συγγενῶν πρὶν ἢ καθόλου ἀκουσθῆναι αὐτοῦ λόγον
περί τινος πράγματος καὶ μετὰ τὰς ἐπιδείξεις ταύτας αἰτεῖσθαι
αὐτὸν τὰς περὶ τῆς οἰκίας ἀποδείξεις, τὸν αὐτὸν δὲ τρόπον
καὶ κατὰ τοὺς πολιτικοὺς νόμους καὶ τὰ ψηφίσματα τὰς αὐτὰς ἐπ̣ι̣-
10δείξεις ποιησάμενον καὶ ταξάμενον τὴν ἀπαρχὴν κληρονομίαν
ἀπογράψασθαι ἢ ἀποτ̣ίνειν αὐτὸν δραχμὰς μυρίας καὶ ἃς ἂν ποιήσηται
οἰκονομίας ἀκύρους εἶναι καὶ μὴ ἐξεῖναι ἐπὶ τὰ τῶν τετελευτηκότω̣ν
ἐπιπορεύεσθαι, ἔτι δὲ καὶ τῶν μεγίστων βασιλέων ἀπολελυκότων
τοὺς ὑπὸ τὴν βασιλείαν πάντας αἰτιῶν πασῶν τῶν ἕως Θωὺθ ιθ
15τοῦ νγ (ἔτους) καὶ τὰς παρακειμένας ὑπʼ αὐτοῦ συγγραφὰς ἀνεπιλήπτους
εἶναι καὶ τὴν κράτησιν καὶ κυριείαν τῆς οἰκίας βεβαίαν τοῖς περὶ τὸν
Ὧρον καθίστασθαι ἀπό τε τῶν αὐτῶν φιλανθρώπων καὶ ἔτι κατὰ τὰ
προεκκείμενα αὐτῶν τε καὶ τῶν προγόνων προστάγματα περὶ τῶν
κεκρατηκότων, εἰ καί τις θειηι(*) μηδʼ ἐπιφέρειν αὐτοὺς συγγραφάς,
20μὴ γοῦν καὶ τὰς κτήσεις ἐπιφερόντων καὶ ἀντεχομένων τῆς
ἀπὸ τῶν προσταγμάτων ἐξουσίας καὶ φιλανθρωπίας, τ̣ὸν δὲ
ἀντίδικον μηδεμίαν ἀπόδειξιν παρακεῖσθαι. περὶ δὲ τῶν τῶν
προθεσμιῶν παρακειμένων προσταγμάτων ἔλεγεν, εἰ καί τις
ἐπιχωρήσαι τοῖς ἐπερχομένοις καὶ ἐπιχειροῦσι τῶν ἀλλοτρίων
25ἐμποιεῖσθαι, μὴ συνχωρητέον εἶναι πλείονα ἐνιαυτοῦ ἢ καὶ ἐτῶν
δύο ἢ τριῶν τῆι προθεσμίαι καὶ ταύτην μηδʼ ὁλοσχερῶς πᾶσιν,
ἀλλὰ τοῖς ἔχουσίν τι δίκαιον, καὶ μὴ τὸν πάντα χρόνον συνχωρεῖσθαι,
τοῦ μὲν πατρὸς τοῦ Ἑρμίου μέχρι τελευτῆς βίου καὶ αὐτοῦ δ̣ὲ τοῦ
Ἑρμίου προβεβηκότος ἤδη τοῖς ἔτεσιν καὶ ἐσχατόγηρως ὄντος
30καὶ μηδενὸς αὐτῶν ὠικηκότος(*) ἐν τῆι Διὸς πόλει καθόλου, ὥστε
καὶ <μηδεμίαν> κυριείαν αὐτοις(*) πε[ρ]ιγίνεσθαί τινος ἐνγαίου διὰ τοσούτων ἐτῶν
ἐπερχομένωι καὶ μηδεμί̣αν ἀπόδειξιν παρεσχημενου(*) καθόλου.
παρέθετο δὲ καὶ ὑπογραφὴν προενεγκάμενος γεγονέναι τοῦ να (ἔτους) Παῦνι η,
καθʼ ἣν ἔφη τὸν Ἑρμίαν διακεκριμένον ἐπὶ Πτολεμαίου τοῦ πρὸ τοῦ πρὸ ἡμ̣ῶν
35ἐπιστάτου πρὸς αὐτοὺς λελεῖφθαι τῆι κρίσει, μὴ προσεκτέον αὐτῶι
8
παρʼ ἕκαστα περισπᾶν τοὺς περὶ τὸν Ὧρον, ἐᾶν δʼ αὐτοὺς κρατεῖν.
ἐπελθὼν δὲ καὶ ἐφʼ ἃ παρέκειτο ὁ Ἑρμίας περὶ ἧς ἔφη συνστή̣σασθαι αὐτὸν
πρὸς τε̣ Ἁρμᾶιν καὶ Ἀπολλώνιον κρίσε̣ως προεφέρετο ἀλλ̣ότριον εἶναι
τὸ παρεισαγόμενον ὑπʼ αὐτοῦ καὶ μὴ προσεκτέον αὐτῶι ἐφʼ ἑτέραν
5θεωρίαν μεταφέροντι τὴν γεγονυῖαν αὐτῶι πρὸς ἄλλους περὶ οὑδηπ̣οτοῦν
πράγματος ἀμφιζβήτησιν(*), οὐθὲν αὐτῶι καθόλου συμβαλλομένην̣
πρὸς τὴν ἐνεστηκυῖαν αὐτῶι π̣ρὸς τοὺς περὶ τὸν Ὧρον περὶ τῆς
ἑαυτῶν οἰκίας κρίσιν. ὡσαύτως δὲ καὶ περὶ ὧν παρέκειτο χρημα-
τισμῶν περὶ τοῦ τοὺς ἀπ̣ὸ τ̣οῦ τόπ̣ου ταριχευτὰ̣ς μετοικισθῆναι
10εἰς τὰ Μμεμνόνεια ἔλεγεν πολύ τι κεχωρίσθαι καὶ τοὺς χρηματισμοὺς
τούτους καὶ πολλῶι μᾶλλον εὐκατάγνωστον εἶναι ἑαυτῶι συν-
ιστοροῦντα μηθὲν ἔχον̣τ̣ι δίκαιον, ἐμφανιστοῦ καὶ κατηγόρου
τάξιν ἔχοντα παρακεῖσθαι ὑπολαμβάνοντα εὐχερῶς διασείσειν
τοὺς ἀντιδίκους, τοὺς γὰρ περὶ τὸν Ὧρον μὴ εἶναι ταριχευτάς,
15ἀλλὰ χοαχύτας μηδὲ τὴν αὐτὴν ἐργασίαν ἐπιτελεῖν, διαφέρειν δὲ
τὴν τούτων λειτουργίαν, ἔτι δὲ καὶ ἐν ταῖς γινομέναις δημοτελέσιν
ἐνθέσμοις καὶ ἐπωνύμο̣ις ἡμέραις μεταφέροντας αὐτοὺς κονίαν
καταστρωννύειν ἐπὶ τοῦ δρόμου τοῦ Ἄμμωνος καὶ διὰ τοῦ ἱεροῦ καὶ
εἰς τὸ Ἡραῖον εἰσιόντας τὸ ὅμοιον ἐπιτελεῖν καὶ ἐν ταῖς κατʼ ἐνιαυτὸν
20γινομένας τοῦ Ἄμμωνος διαβάσεσιν εἰς τὰ Μεμνόνεια
προάγοντος τῆς κωμασίας τὰς καθηκούσας αὐτοῖς λειτουργίας
ἐπιτελεῖν καὶ χοαχυτοῦντας καὶ εἶναι αὐτῶν γέρας. ἀλλὰ καὶ
τοὺς τ̣αρι̣χευτὰς ἔχειν πρόσταγμα, καθʼ <ὃ> αὐτοὺς ἀπαρενοχλήτους
εἶναι. εἰ δὲ καί τις̣ θειηι(*) τὸ μὴ ὂν μετοικισθῆναι τοὺς ταριχευτάς,
25μηδεμίαν ἔχειν τινὰ ἐξουσίαν μηδὲ τὸν Ἑρμίαν ἐφάπτεσθαί
τινος αὐτῶν ἐνγαίου, ἕκαστον δʼ αὐ̣τῶν δεσπόζοντα τῆς ἰδίας
κ̣τήσεως ἤτοι ἀποδόμενον ἢ ἑτέροις παραχωρήσαν̣τα αὐτους(*)
καὶ τὴν τιμὴν ἀπολαβεῖν, τὸν δὲ Ἑρμίαν παρεμπλέκοντα τὰ μη-
δαμῶς ἀνήκοντα πρὸς τὴν ἐνεστῶσαν κρίσιν μηδὲ τῆς αὐτοῦ
30διαλήψεως ὄντα, πολυπραγμόνως δὲ προσεπισπώμενον τὴν
τῶι στρατηγῶι καθήκουσαν ἐξουσίαν, ὥστʼ εὔδηλον εἶναι μηθὲν
ἔχοντα τεκμήριον καθόλου προῆχθαι ἐμφανιστοῦ σχῆμα περι-
θέμενον παρακεῖσθαι τοὺς περὶ τῶν ταριχευτῶν χρηματισμούς,
ἔτι δὲ καὶ τοὺς πρὸς Ἁρμᾶιν καὶ Ἀπολλώνιον καὶ τοὺς ἄλλους
35χρηματισμοὺς ὡς μέγα τι συμβαλλομένους αὑτῶι, καὶ εἴπερ γε δὴ
ἐνόμιζεν ἔχειν τι δίκαιον, διʼ οὗ δύναται τὸν κριτὴν πεῖσαι καὶ μὴ
9
τοῖς προαναλελεγμένοις χρηματισμοῖς ἐνσεμνύνεσθαι,
οὐκ ἄν ποτε προαχθῆναι ἑτέ̣ρας οἰκομονίας παρατίθεσθαι
οὐθὲν αὐτῶι συμβαλλομένας.
τοιαύτην δὲ τὴν δικαιολογίαν καὶ ἕτερα προενηνεγμένων
5καὶ τοῦ Ἑρμίου μηδεμίαν πρόκτησιν μ̣ηδʼ ἄλλον
χρηματισμὸν ὡς εἴηι(*) αὑτοῦ ἤτοι προγονικὴ
ἡ διαμφιζβητουμένη(*) οἰκία παρατιθεμένου,
φάσεσι δὲ καὶ λόγωι προφερομένου εἶναι αὑτοῦ
τὴν οἰκίαν, τῶν δὲ περὶ τὸν Ὦρον παρα-
10τεθειμένων ὡς οἱ πρόγονοι αὐτῶν ἐώνηντο
παρὰ Ἑλήκιος καὶ Λοβάιτος καὶ τῶν ἄλλων τῶν
σημανθέντων ὄντων ἐννέα τὴν δηλουμένην
οἰκίαν κατʼ Αἰγυπτίας συγγραφὰς, ὧν καὶ τὰ καθήκοντα
τέλη τετάχθαι εἰς τὴν τοῦ ἐνκυκλίου ὠνήν,
15καὶ προσυποδεδειχότων ἀπὸ τῶν τῶν συγγραφῶν
χρόνων κεκυριευκέναι τοὺς γονεῖς αὐτῶν
ἐφʼ ὅσον περιῆσαν χρόνον, μετὰ δὲ τὴν τούτων
τελευτὴν διακατέχειν καὶ αὐτοὺς μέχρι τοῦ
παρόντος ἀναμφιλέκ̣[τω]ς, ο̣ὐ̣[θ]ενὸς ἁπλῶς
20ἐμποιησαμένου τὰ τ[οσα]ῦτα ἔτη, παραθεμένων δὲ
καὶ προστάγματος μέρο̣ς τοῦ ἐκ̣τ̣εθέντος ἐν τῶι κϛ (ἔτει)
περὶ τῶν φιλανθρώπων̣ π̣ερὶ τῶν κεκρατηκότων,
καὶ ἐπὶ Πτολεμαίου δὲ τοῦ πρὸ τοῦ πρὸ ἡμῶν ἐπιστάτου
ὑπογραφῆς ἀντίγραφον τ[ῆ]ς γεγονυίας αὐτοῖς καταστάσεως
25καὶ <τοῦ Ἑρμίου> μηθὲν παρατεθειμένου συντετάχθαι μὴ ἀντιποεῖσθαι,
——
καὶ αὐτοὶ κατακολ[ο]υθήσαντες ταῖς ἐπενην̣εγμέναις
ὑπʼ αὐτῶν συγγραφαῖς καὶ τοῖς ὑπὸ τῶν βασιλέων
προστεταγμένοις περὶ τῶν κρατήσεων διὰ τὸ
μὴ κατὰ τῶν συγγραφῶν μηθὲν ἐπενηνέχθαι
10
γράμμα, εἴπαμεν τῶι μὲν
Ἑρμίαι μὴ εἰσβιάζεσ̣θ̣α̣ι̣,
τοῖς δὲ περὶ τὸν Ὧρον
κρατεῖν καθὼς καὶ ἀπὸ
5τῆς ἀρχῆς διακατεῖχον.
——

Apparatus


^ 1.6. l. Ἑρμογένου<ς>
^ 1.18. l. Ὥρου
^ 1.25. corr. ex αυτοισ
^ 2.1. l. καθῃρημένα
^ 2.11. l. μηδὲ
^ 3.9. l. Ἡρακλείδῃ
^ 3.17. l. Ἡρακλείδῃ
^ 3.23. l. ἀντίγραφον
^ 4.20. l. ἐκ
^ 4.24. l. Διασθένου<ς>
^ 4.30. l. προστάγμα<τα>
^ 5.27. l. μετελθεῖν
^ 5.34. l. κατῳκηκέναι
^ 5.35. l. ἀντί<ρ>ρησιν
^ 6.8. l. ἐκδικήσαντες
^ 6.13. l. πορευόμενον
^ 6.16. l. ᾗπερ
^ 6.27. l. ἐκδεδικηκέναι
^ 7.19. l. θείη
^ 7.30. l. ᾠκηκότος
^ 7.31. l. αὐτῶι
^ 7.32. l. παρεσχημένωι
^ 8.6. l. ἀμφισβήτησιν
^ 8.24. l. θείη
^ 8.27. l. αὐτὴν
^ 9.6. l. εἴη
^ 9.7. l. διαμφισβητουμένη

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.

DDbDP transcription: p.tor.1 [xml]


[Reprinted in: p.tor.choach.12] PTorChoach 12
[Reprinted from: upz.2.162] UPZ 2.162

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.

DDbDP transcription: chr.mitt.31 [xml]

228 BC? Arsinoite?
[Reprinted in: upz.2.162] UPZ 2 162

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.