DDbDP transcription: upz.2.199 [xml]
131 BC Thebes
Διονύσιος Διογένει χαίρειν καὶ ἐρρῶσθαι. ἐπεὶ ἀ̣γ̣ν̣οήσ̣αντε[ς]
εἰς τὸν μέγιστον θεὸν Ἀμονρασοντὴρ ἐπεστείλαμεν κατὰ τὰς
διαγρ(αφὰς) οὗ ἐώνητο γέρως πτεροφ(ο)ρ(ία)ς ἀναλύσεις χρημάτων τῶ[ν]
τῆς ὠ̣νῆς (ταλάντων) σν, ἀφʼ ὧ[ν] καὶ ἀνείρητο ὁ θεοῖσιν ἐκτρὸς(*) Ἁρσιῆσις
5εἰς λόγον (τάλαντα) ϙ, ὑπάρχει δὲ τοῖς ἱερεῦσι θέματα τοῦ ἱεροῦ πλοίου
τοῦ Φαῶφι καὶ Παῦνι τοῦ μ ((s-etous)) ἔτους (τάλαντα) ν καὶ ἀνκυρῶν τῶν
Π[α]ποη̣ριείου ἄλλα (τάλαντα) μ (γίνεται) (τάλαντα) ϙ, ὥστʼ εἶναι τὰ ἴσα τοῖς κεχρηματισμοις(*),
προαιρούμεθα μεταδραμεῖν τὸ γεγονὸς ἀσέβημα καὶ εὐίλατον
τὸν θεὸν ἔχειν τὸν καὶ ἀρχῆς καὶ νῦν σώζοντα ἡ[μ]ᾶς, καὶ γὰρ
10ἃ ἐπὶ τῆς καταμετ[ρήσ]εως τῶν νήσων αὐτοῦ πεποήκαμεν(*),
πᾶσιν εὔδηλά ἐσ[τιν] χωρὶς τῶν καὶ ἄλλων ὑφʼ ἡμῶν περιγεγονότων.
καλῶς ποήσεις(*) τοῖς θέμασι τούτοις καταχρησάμενος ἀντὶ τῶν
ἀνηλωμένων (ταλάντων) ϙ καὶ τὸν χρηματισμὸν ἔκ τε τῶν λόγων περι-
γράψας καὶ τὸν αὐτόγραφον σὺν τῆι ἐπιστολ(ῆι) ταύτηι ἀναπέμψας.
15τοὺς γὰρ ἱερεῖς πεπείκαμεν παραχωρῆσαι τὰ χρήματα, ἐφʼ ὧι
πάλιν ἐκ τοῦ ἰδίου διορθωσόμεθα διὰ τὸ εὐλαβῶς ἔχειν ἡμᾶς
τὰ πρὸς τὸν Ἀμενῶφιν καὶ τὸν Ὀσῖριν. διὸ καὶ ἐπιμνησθεὶς
ὧν ηὐεργετήκαμέν σε ἀνθʼ ὧν σὺ ἀφήλπικας ἡμᾶς συνκαταράσσων(*)
τῶι τοῦ Παιοῦτος ὅσα ὑπʼ ὀλίων(*) ἡμερῶν εἰς τέλος μεταστ̣αθήσ̣εται
20καὶ τὰ ἴδια προσαποβαλεῖ πάντως, πόησον(*) τὰ ὑ̣π̣ο̣δ̣ε̣ι̣κν̣υ̣όμενα κ[αὶ]
τὸν χρηματισμὸν ἡμῶν πέμψον σὺ̣ν τῆι ἐπιστολῆι. εὖ γὰ[ρ]
ἀπαντηθησόμεθά σοι ἀχαρίστωι ὄντι. ἐγλογίζου καὶ ὡς ἂν ἐπι[τ]ελ[έ]σ̣η̣ς,
διασάφη(σον). ἔρρωσο. (ἔτους) μ Φαῶφι ιζ.

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.