DDbDP transcription: psi.8.887 [xml]
VI spc ??
r
τῷ δεσπότῃ μου καὶ διὰ πάντα αἰδεσιμωτάτῳ
Τιμοθέῳ Μούσηλος.
δεξάμενος τὴν ἐπιστολὴ[ν τῆ]ς διαθέσεώς σου
τὴν διὰ τῶν ἐπιστολοφ[όρ]ων τῇ ἐννεακαιδεκάτῃ
5τοῦ Χοιὰκ μηνὸς καὶ σφόδ[ρ]α περιχαρὴς γενάμενος(*)
ὅτιπερ [ὑγ]ιαίνεις σὺν θεῷ καὶ εὖ πράττις(*). Θεόδωρος
μέντοι ὁ [κυ]βερνήτης ἐντ[ε]ῦθεν ἐξῆλθεν μηνὶ Φαῶφι.
λοιπὸν εἰ ἀπήντησεν α̣[ὐ]τόθι(*) ἢ οὐκ ἀπήντησεν
οὐκ οἶδα· ὧδε δ̣ὲ οὐκ ἐπεσχέθη. ὁμοίως δὲ καὶ Ἀρτέμων
10ἐξῆλθεν ἐντεῦθεν Χοιὰκ δεκάτῃ. τῷ δὲ κυρίῳ μου
τῷ ἄρχοντι πολλάκις ἐγράφη παρὰ τοῦ δεσπότου μου
τοῦ κόμιτος περὶ τῆς διαθέσεώς σου. ἐρρῶσθαί σαι(*) εὔχομαι
πολλοῖς χρόνοις
διὰ βίου, δέσποτα
15διὰ πάντα αἰδεσιμώτατε. v
(perpendicular) τῷ δεσπότῃ μου καὶ διὰ πάντα αἰδεσιμωτάτῳ Τιμοθέῳ Μούσηλος

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.