Papyri.info

sign in

sb.18.13884 = HGV SB 18 13884 = Trismegistos 36288



DDbDP transcription: sb.18.13884 [xml]

VI spc Antinoopolis

[ca.10 lines missing]
1[⁦ -ca.?- ⁩] χρ[είας ἕνεκ]εν π[α]ρ̣εῖναι
[⁦ -ca.?- ⁩]  ̣  ̣  ̣ρ̣ον ὀπτίονας λέγομεν δὴ
[⁦ -ca.?- ⁩]  ̣  ̣  ̣[⁦ -ca.?- ⁩]  ̣  ̣  ̣  ̣ς̣ γὰρ δεδιδάγμεθα παρὰ τῶν ἀποκρισιαρίων
[το]ῦ αὐτοῦ καταλόγ[ου τ]ὴν τοῦ ὀπτίονος [ἀ]δικοῦντος χ̣ρ̣είαν· εἰ δὲ καὶ αὐτοὶ οἱ
5[ὀπ]τ̣ί̣ο̣νες νομίζουσιν χρείαν εἶνα[ι] τῆς κατὰ τὴν Ἀντινοέων παρουσίας
ἄλλ[ων] τινῶν προ[σώπων τοῦ] ἀ̣ρ[ι]θμοῦ, δεήσει κἀκείνους(*) σὺν αὐτοῖς
π̣ε̣μ̣φ̣θ̣ῆ̣ν̣α̣ι̣ ἐ̣ν̣τ̣α̣ῦ̣θ̣α̣ τοῦ μ̣ὴ̣ α̣ἰ̣τ̣ίας ἑτέρας ἐπιτεθῆναι τῷ πράγματι
τῶν ἀφωρισμένω̣ν αὐτοῖς ἀννωνι̣κ̣ῶ̣ν̣ ἄ̣ρ̣των. ἅμα οὖν τῇ τῶν γραμμάτων
λήμ̣[ψ]ε[ι] αὐτίκα ἡ σὴ λ[α]μπρότης παρασκευάσῃ τοὺς μνημονευθέντας
10Θεόδωρον καὶ Ἰωάννην μετὰ καὶ ὧν νομίζουσιν χρείαν ἔχειν ἄλλων
προσώπων ἐκ τοῦ κατʼ αὐτοὺς ἀριθμοῦ γενέσθαι πρὸς ἡμᾶς· εἰ γὰρ ὑπερθῶνται,
μέλλο̣υσιν αὐτοί τε καὶ ὅλος ὁ αὐτῶν γενναῖος κατάλογος τὰ μέγιστα
βλαβῆν̣α̣ι̣. ἰδοὺ δὲ καὶ πρὸς τοὺς πρίορας τοῦ αὐτῶν ἀριθμοῦ
γεγραφήκαμεν ἵνα παραχρῆμα αὐτοὺς \ἐκ/πέμψωσιν ἐνταῦθα καὶ μὴ
15ἐπιδ̣[έξωνται] κ̣ί̣νδυνον καθʼ ἑαυτῶν ἐκ τοῦ παραμελεῖν τῶν ἡμετέρων
ἐ̣π̣ὶ̣ τ̣[οῦτο] κ̣ελε̣ύ̣σ̣εων, τοὺς δὲ προονομασθέντας ὀπτίονας
ὑπὸ ἐγγύας ἀσφαλεῖς ἐντα̣ῦ̣θ̣α παραπεμφθῆναι παρασκεύασον,
[ἵνα μὴ] δ̣ι̣ὰ̣ τὴν αὐτῶν πρόφασιν εὑρεθῇ τὸ δημόσιον βλαπτόμενον
κ̣α̣ὶ̣ ἐκ τούτου οὗτος ὁ ἀριθμὸς αὐτῶν εἰς πράγματα περιπέσῃ. †

Apparatus


^ 6. l. καὶ ἐκείνους

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.