DDbDP transcription: chr.wilck.331 [xml]
113 BC Tebtynis
[Reprinted from: .] P.Tebt. 1 27 cols i-iii
1
ἐλ(άβομεν) (ἔτους) δ Μεχεὶρ ι.
(hand 2) Ὧρος τοῖς τοπογραμματεῦσι καὶ [κω]μογραμματεῦσι χαίρειν.
τῆς παρʼ Εἰρηναίου τοῦ συγγεν[οῦ]ς {ι} καὶ διοικητοῦ ἐπιστολῆς
περὶ τῶν ἐπισπασθησομ[ένων] εἰς τὰς γενημ[α]τοφυλακίας
5ἀντίγραφον ὑπόκειται. τῶν οὖν ἐν τοῖς καθʼ ἡ[μᾶ]ς(*) τόποις
πίστει καὶ ἀσφαλείαι δι[α]φ[ε]ρ[όν]των καὶ ἐν π[ερι]στάσει
κειμένων πέμψεθʼ ἡμῖν τὰς κατʼ ἄνδρα γραφάς, παρακει-
μένων οὗ ἕκαστος ἔχ[ε]ι κλήρου καὶ τῶν ἄλλων τῶν ὑπαρ-
χόντων, ὅπως τἆλλα(*) οἰκονομηθῆι καθὰ παρεπέσταλται.
——
10ἔρρωσθε. (ἔτους) δ Μεχεὶρ ι.
Εἰρηναῖος Ὥρωι χ[αίρ]ειν. τῆς πρὸς Ἀσκληπιάδην ἐπιστολῆς
ἀντίγραφον ὑπόκε[ιτ]αι. ἐπιδοὺς οὖν [αὐτ]ῶι τὴν γραφὴν
τῶν δ[υ]ναμένω[ν] ἐπισπασθῆνα[ι ε]ἰς τὰς γενηματοφυ-
λακίας τὴν ἐπιβά[λλο]υσαν προσφέρου σπουδὴν ἵνα τἆλλα(*)
15γένητʼ ἀκολούθως τοῖς ὑποδεδει[γμ]ένοις, ὡς τοῦ περὶ τῶν
ἐν τούτοις παροραθ[η]σομενου(*) λόγου κ[α]ὶ πρὸς σὲ συσταθησομένου.
——
(ἔτους) δ Περιτίου κγ Χοίαχ κγ.
Ἀσκληπιάδει. τ[ῆς πρὸς Ἑρμία]ν τ[ὸ]ν ἐπὶ τῶν προσόδων(*)
τῆς κα̣[ ̣] ̣ ̣μερ̣ι̣[- ca.9 -] ἐπιστ[ολῆς] ἀντίγραφον ὑπόκειται.
20ὡς [οὖν καὶ] σοὶ τῶ[ν αὐτῶν] διαστολῶν δεδομένων
φρόντι[σον ὅ]πως κ̣[ ̣] ̣ ̣[ ̣ ̣ ̣ ̣]υ πρὸς ταῖς οἰκονομίαις καὶ ἀρχι-
φυλακει[τ]είαις(*) προχειρι[σθῶ]σιν ἀξιόλογοι, καὶ τῶν κατ[ὰ] τὴν
τήρησιν τῶν καρπῶν κατ[ὰ τ]ὸν ὑποδεικνύμενον τρόπον οἰκο-
νομηθέντων καὶ τῆς εἰς τὸ βασιλικὸν τῶν καθηκόντων
25εἰσπράξεως πρωιμώτερον γενηθεί[ση]ς μηθὲν εἰς ὀφείλημα
ἐκπέσηι.
——
2
Ἑρμίαι Ἁρνεκτωτου(*) το̣ῦ̣ ἐν τῶι Ὥρ̣[ου] βασιλικοῦ γραμματέως.
ὑποτάξας ἡμῖν ἃ ἐγεγράφην σοι καταχωρίσας καὶ τὰ πρὸς
Θεόδοτον τὸν πρὸς τῆι οἰκονομίαι καὶ ἀρχιφυλακιτείαι διʼ ὧν
30ἐδηλο̣ῦ̣το ἀναγκαῖον εἶναι μεταπεμφθέντων εἰς κοινὸν
συνέδριον τῶν κατὰ κώμην δεκ̣α̣νῶν τῶν φ[υ]λακιτῶν
ληφθῆναι μετὰ τῆς ἑαυτοῦ γνώμης ἃς̣ ὑπετίθετο χειρο-
γραφίας ὅρκου βασιλικοῦ περὶ τῆς τῶν ἐπετείων γενημάτων
τη[ρ]ήσεως, θαυμάζειν καὶ λείαν ἐπήρχετο εἰ τὰ πάνδεινα
35πεπονθὼς ἐπὶ τοῦ συσταθέντος πρὸς σὲ διαλογισμοῦ χάριν τοῦ
μὴ προνοηθῆναι ἐν δέοντι καιρῶι μήτε τῆς τῶν χλωρῶν
καὶ τ[ῶ]ν ἄλλων ἐπισπόρων ἐγδιοικήσεως μηδὲ τῆς τῶν
γενημάτων φυλακίας ἀλλὰ μηδὲ πρὸς ταῖς οἰκονομίαις
καὶ ἀρχιφυλακιτείαις ἀνθρώποις ἀξιολόγοις χρῆσθαι πᾶσι δὲ
40κα̣κ̣οῖς καὶ οὐδενὸς ἀξίοις ἐν τῆι αὐτῆι ταλαιπωρίαι διαμένεις
οὐδαμῶς τὰ παρὰ τὸ δείον(*) κεχειρισμένα διωρθωμένος.
πλὴ[ν] ἴσθι μὲν ἔ\γ/κλητος(*) ὑπάρχων ἔτι δὲ καὶ νῦν διαλαβὼν
μηδεμιᾶς τεύξεσθαι συνγνώμης ὀλιγωρηθέντος τινὸς
ἵνα μὲν πρὸς ταῖς προειρημέναις χρείαις εὔθετοι κατασταθῶσιν
45προ̣ ̣ ̣λ̣ι̣ν̣τη ̣ι̣[ ̣]αι, ταξά[με]νος δὲ [τ]ὴν ἀδιαλίπτως(*) προσφερο-
μ[ένην σ]π̣[ο]υδὴν ἐν τοῖς ἀ̣[νήκουσιν εἰς] τ̣ὴν τῆς φορολογίας
ἐπ̣α[ύ]ξη̣σ̣ι̣ν̣ καὶ παρὰ τῶ[ν κωμογραμ]ματέων ἐπιλαβὼν
τὴν γραφὴν τῶν δυναμ[έ]νων ἐπι[σ]π[ασθ]ῆναι εἰς τὰς γενη-
ματοφυλακίας ἀπό τε τ[ῶ]ν στρατευομένων καὶ τῶν ἄλλων
50τῶν τόπους κατ[ο]ικούντων καὶ ἐν περιστάσει κειμένων
καὶ πίστει καὶ ἀσφαλ[ε]ίαι διαφερόντων καὶ τοὺς ἐπιτηδείους
καταστήσας πρὸς ταῖς κατὰ κώμην καὶ παρὰ μὲν τούτων 3
καὶ τῶν ἐν ἑκάστηι φυλ[α]κ̣ι̣[τῶν] λ̣α̣[β]ὼν χειρογραφίας ὅρκου βασιλικοῦ δισσὰς
ἐπὶ τοῦ βελτίστου προσ̣τ̣ή̣σεσ̣[θαι τ]ῆς φυλα̣κῆς καὶ μηθένα τῶν γεωργούντων τὴν
55βασιλικὴν καὶ τὴν ἐν ἀφέσει [γῆν] ἐφάψεσθαι τῶν χλωρῶν καὶ τῶν ἄλλων
ἐπισπόρων πλὴν τῶν εἰ̣ς̣ [τὰς] τροφὰς τῶν γεωργικῶν κτηνῶν ἃ καὶ με[τὰ]
τῶν κωμογραμματέων π[ροσ]χορηγηθήσεται καὶ τῶν ἐγδιοικηθησομ[ένων]
ὧν αἱ τειμαὶ(*) καὶ \τού̣τ/ων αἱ ἀσφάλε̣[ιαι δο]θεῖσαι κατατεθήσονται ἐπὶ [τ]ῶν τραπεζῶ[ν]
πρὸς τὰ καθήκοντα εἰς τὸ β̣α̣[σιλικὸν] ἀκολούθως τοῖς προεγδεδομ[έ]νοις χρηματισ̣μ̣ο̣ῖ̣[ς]
60φροντίζειν ὅπως καὶ τὰ̓[́λ]λα(*) [γέν]ηται κατὰ θερείαν ἐξ ὑγιοῦς, παρακομ[ί]ζειν δὲ
ἐπὶ τοὺς ἀποδεδειγμένους [τόπου]ς καὶ μηθὲν τούτων καταπ̣ρ̣ο̣ήσ̣ε[σθαι ἀλλὰ]
ἐπὰν καὶ {περὶ} τὸ περὶ τῆς [ἀφέσε]ω̣ς πρόγραμμα ἐκτεθῆι ἐὰ̣ν̣ μὴ̣ πάντ[ων]
ὧν δέον ἐστὶ παραδοθέντω[ν καὶ] τῶν ἐφελκομένων πρὸς τοὺς ἔμ[π]ροσθεν χρ\ό/νους
ἐκπληρωθέντων ἐπις[ ̣ ̣ ̣ ̣ ̣, πα]ρά τε ὑμῶν ἢ τῶν πρὸς ταῖ[ς ̣ ̣ ̣ ̣ ο]ἰκον[ο]μίαις
65τεταγμένων καὶ τῶν βασιλικῶν γραμματέων ὑπὲρ τοῦ μηθὲν ὀφ[εί]λειν τὸν
ἐπὶ τὴν αἵρεσιν τῶν ἐπιγενη[μ]άτων παραγινόμενον μηδὲ πρὸ[ς] ἄλλα ἐγκλ\ή/ηματα(*)
ἢ αἰτίας εἶναι κατόχιμα, προ[νο]εῖσθαι δὲ ἵνα πάντες [ὅπως] τάχιστα ἀποδῶσι
τὰ εἰς τὸ βασιλικὸν γινόμενα, παρὰ δὲ τῶν πρὸς ταῖς ἀρχιφ[υ]λ[ακιτ]είαις
προνοηθήσεσθαι ὡς κατὰ ταυτὰ(*) ἐπιτελεσθήσεται, μίαν μὲν καταθοῦ
70ἐπὶ τῆς βασιλικῆς τραπέζης τὴν δʼ ἑτέραν πέμψας ἡμῖν στόχασαι ὅπως
καὶ ἐν ταῖς κώμαις ἐκτεθῆι προγράμματα δηλοῦντα μηδένα ἐπαφιέναι
κτηνηι(*) εἰς τὴν ἐσπαρμένην χόρτωι καὶ τοῖς παρ[α]πλήσιοις γενή[μασι]
μηδὲ τῶν λοιπῶν ἐπισπόρων ἐφάπτεσθαι ἄνευ τοῦ δοῦναι τὴν
ἀσφάλειαν καθότι πρόκειται, τῶν δὲ παρὰ ταῦτα ποιησόντων τά τε
75κτηνηι(*) ὑπὸ στέρεσιν ἀχθήσεσθαι πρὸς τὰ ἐκφόρια. καὶ μάλιστα ἐπα-
γρύπνησον ὡς τῆς πάντων εἰσπράξεως πρωιμώτερον συστα-
θείσης οὐ συμβήσεταί σοι τοῖς ὁμοίοις περιπίπτειν, καθόλου δʼ ἐν-
θυμηθεὶς ἡλίκην συμβάλλεται ἡ περὶ τὰ ὑποδεικνύμεν[α] προσοχηι(*)
τοῖς πράγμασι ῥοπὴν ἐν τοῖς ἀναγκαίοις ἥγησαι τοὺ(*) μηθὲν ἁπ[λ]ῶς τῶ[ν]
80χρησίμων παραλειφθῆναι, αἰεὶ δέ τινος ἐπὶ τὸ βέλτιον προσεπινοουμένου
ἕκαστα χωρῆσαι κατὰ τὴν ἡμετέραν πρόθεσιν. οὔτε γὰρ βίαν οὔθʼ ἑτέραν
ἡνδηποτοῦν πρόφασιν προσδεξόμεθα, ἡ δʼ εἴσπραξις τῶν προεθησομένων
παρὰ σοῦ κατὰ κράτος ἔσται. \ἧ/ι δʼ ἂν ἡμέραι κομίσηι τὴν ἐπιστ[ο]λὴν διασάφησον.
^ 1.5. l. ὑ[μᾶ]ς
^ 1.9. l. τὰ ἄλλα
^ 1.14. l. τὰ ἄλλα
^ 1.16. l. παροραθ[η]σομένων
^ 1.18. corr. ex εροσοδων
^ 1.21-22. l. ἀρχι |φυλακι[τ]είαις
^ 2.27. A. Blasco Torres, Tyche32 (2017) 255 (KorrTyche 838) : Ἁρνελ̣τώτου prev. ed.
^ 2.41. l. δέον
^ 2.42. corr. ex ενκλητοσ
^ 2.45. l. ἀδιαλείπτως
^ 3.58. l. τιμαὶ
^ 3.60. l. τὰ ἄλ[λα]
^ 3.66. l. ἐγκλήματα
^ 3.69. l. τὰ αὐτὰ
^ 3.72. l. κτήνη
^ 3.75. l. κτήνη
^ 3.78. l. προσοχὴ
^ 3.79. l. τὸ

Apparatus

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.