Papyri.info

sign in

p.gron.10 = HGV P.Gron. 10 = Trismegistos 38232



DDbDP transcription: p.gron.10 [xml]

IV spc Pathyris

-- -- -- -- -- -- -- -- -- --
1[⁦ -ca.?- ⁩] καὶ τ̣η̣ν̣[⁦ -ca.?- ⁩]
καὶ παραχρ̣ῆ̣μ̣α̣ [τ]ὸ ἥμισυ τούτων ἁπάντων ὑποστέλλ̣[ειν σοὶ τῇ ἁγίᾳ ἐκκλησίᾳ]
μετὰ θάνατόν μου ὡς προεῖπον, κ[αὶ τὸ] ἕτερον ἥμισυ [μέρος Κοσμίλλᾳ τῇ ἐμῇ]
συμβίῳ, [ἔξω τ]ῶν ἀνδραπόδ̣ων τῶν τε ἀρρέ[νων](*) [καὶ θη]λ̣ε̣ι̣[ῶν μου ἃ πάντα]
5β̣ο̣ύ̣[λομαι καὶ κελεύω ἐ]λευθερῶσαι, μηδε̣ν̣ὸς̣ ἀ̣ν̣τ̣ι̣λ̣έ̣γ̣οντος ἢ ἀντιποιηθησομένου,
[ὕστερον δὲ τοῦ αὐ]τ̣ο̣ῦ ἡμί̣σ̣ε̣ω̣ς̣ μέρου[ς τ]ῆς αὐτῆ[ς] ὑπά̣ρ̣[ξε]ώ̣ς̣ μ̣ου εἰς σὲ τὴν αὐτὴν
ἁγί̣α̣ν ἐκκλησίαν μεταβαίνον[τος] μετὰ τελευτὴν τ[ῆ]ς αὐτῆς μου συμβίου.
τοῦτο δὲ διατάττω κύριος(*) ὑπάρχων πάντων τῶν προσόντων μοι πραγμάτων,
καὶ μ̣η̣δ̣ε̣νὸς ἀθετεῖν ταύτην τὴν χά̣ριν δυναμένου. ἐπειδὴ δὲ ἡ ἐμὴ γνησι-
10ωτάτη ἀδελφὴ Σενεπώνυχος τρεῖς ἀρούρας ἠπίρου(*) πρὸς λίβα τοῦ χ[ω]ρ̣ί̣[ο]υ
ἠ̣[ξίω]σ̣έ̣ν̣ με παραχωρῆσαι αὐτῇ, τοῦτο κελεύω εὐθὺ μετʼ ἐμὴν τελευτὴν γενέσθαι,
ὥστε ταύτην ἔχειν τὰς αὐτὰς τρεῖς ἀρούρας μετὰ το[ῦ] τρίτου μέ̣ρ̣ο̣υ̣ς̣ τῆς νήσου
καὶ τόπ̣ο̣υ̣ Πκρῶ τοῦ ἀγράφως αὐτῇ πάλαι παραχωρηθέντος, μηδενὸς ἑτέρου σκοπο[ῦ]
ἢ ἑτέρου {ἢ} ἐγγράφου τὴν παροῦσαν γνώμην ἀνατρέπειν δυνησομένου, ἀλλὰ
15πάντων ὡς προεῖπον τῶν ἐμῶν πραγμάτων τούτῳ τῷ τύπῳ ο̣ἰκ[ο]ν̣[ομ]ο̣υ̣-
μένων, τοῦτʼ ἔστιν τοῦ ἡμίσους σοὶ τῇ ἐκκλησίᾳ παραχρῆμα ὑπ̣ο̣σ̣τ̣έλλ[οντος καὶ]
τῆς ἐμῆς ἐλευθέρας τὸ ἕτερον μέρος ἥμισυ ἔχουσης καὶ καρπουμένης ἄχρις
τελευτῆς αὐτῆς· μ̣έ̣τ̣ʼ ἐπὶ σὲ τὴν ἐκκλησίαν ἀνε̣λ̣ε̣ύ̣σ̣ε̣ται, μὴ δυναμένης
τῆς αὐτῆς σ̣υ̣μ̣β̣ί̣ο̣υ̣ μ̣ο̣υ̣ μετὰ θάνατόν μο̣υ̣ ἔ̣τ̣ι̣ χαρίσασθαι τὸ τυχὸν τ̣ῶ̣ν αὐτῶν
20πρα̣[γμάτ]ων. καὶ ἔστω ἡ χάρις κυρία καὶ βεβαία πανταχοῦ προφερομένη.
[καὶ] ἐ̣π̣ερωτηθεὶς ὡμολόγησα. δισσὸν γραφὲν ὁμότυπον, ἓν τῇ ἐκκλησίᾳ,
[ἕτερον δὲ τῇ ἐμῇ συ]μ̣βίῳ Κοσμίλλᾳ. λέ[γω] δὲ καὶ κελεύω καὶ χαρίζομαι μετὰ τὴν
[τελ]ευτὴν τῆ[ς προ]κειμ̣ένης μου συμβί̣ο̣υ τὸ ἥμισυ μέρος τῆς οἰκίας τῆς
ἐπὶ λαύ̣ρας [  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣] τὸ χαρισθέν μου παρὰ τοῦ πατρό̣ς̣ μ̣ο̣υ̣ τ̣ῇ ἀδελφῇ μου
25Σω̣φ̣ρ̣ό̣ν̣ῃ καὶ τοῖς κληρονόμοις τῆς ἀδελφῆς μου Θεοτίμης κατὰ τὸ ἥμισυ
μέρος, κ̣α̣ὶ̣ π̣ε̣ρ̣ὶ̣ τούτου ἐπερωτηθεὶς ὡμολόγησα. (hand 2) Φλάυϊος Ἀβραὰμ ἀπὸ πραιποσίτων
ὁ προκείμενος ἐθέμην τοῦτο τὸ γράμμα τῆς ἐμῆς γνώμης ἤτοι χάριτος καὶ εὐδοκῶ πᾶσι τοῖς
ἐγγεγραμμένοις ὡς πρόκ(ειται). (hand 3) Φλ(άυϊος) Λ̣  ̣  ̣π  ̣χεμ ἀπὸ πραιποσίτων παρήμιν(*) καὶ μαρτυρῶ.
(hand 4) Αὐρήλιος Κτίστης Πλήνει(ος) ἄρξ(ας) μαρτυρῶ. (hand 5) Φλ(άυϊος) Θεοδόσιος υἱὸς Εὐλογίου
30σχολαστικὸς παρήμην καὶ σ̣υ̣ν̣μαρτυρῶ. (hand 6) Φλ(άυϊος) Ἡλίοδωρος ἀπὸ τριβούνων μαρτυρῶ.
(hand 7) Φλ(άυϊος) Σύρος ἀπὸ τριβούνων μαρτυρῶ. (hand 8) Φλ(άυϊος) Μακάριος ἀπὸ τριβ(ούνων) μαρτυρῶ.

Apparatus


^ 4. l. ἀρσέ[νων]
^ 8. corr. ex κυριωσ
^ 10. l. ἠπείρου
^ 28. l. παρήμην

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.