DDbDP transcription: sb.14.11980 [xml]
AD 207 Oxyrhynchus
[Reprinted from: psi.12.1245] PSI12,1245
Σαραπίωνι τῷ καὶ Ἀπολλωνιαν[ῷ] στρ(ατηγῷ) Ἀρσι̣ν̣ο̣ε̣ί̣τ̣[ου] Θ̣ε̣μ̣(ίστου) [καὶ]
Π̣ο̣λ̣(έμωνος) [μερίδ(ων)]
παρὰ Κοπρῆ Ἰσίωνος ἀπὸ τῆς μητροπόλεως̣ τ̣ο̣ῦ̣ Ἀρσ̣ι̣ν̣ο[ίτου· ο]ὗ̣ ἐ̣π̣ι̣δ̣[έδω-]
κ̣α̣ Σουβατιανῷ Ἀκύλᾳ τῷ λαμπροτάτῳ ἡγε̣μ̣ό̣νι̣ βιβ̣λ̣ι̣[δίου] καὶ ἧς [ἐστιν ὑπʼ]
αὐτὸ ἱερωτάτης αὐτοῦ ὑπογραφῆς ἀντίγραφον ὑ̣π̣ό̣κειτ̣α̣ι̣, κ̣α̣ὶ ἀξιῶ [κελεῦσαι]
5ἐπὶ τοῦ παρόντος τοῖς [τῆ]ς Ἑρμουπόλεως̣ ἐν κλήρῳ [κ]ω̣μ̣ο̣γραμματ[εῦσι ἕτερον]
ἀντʼ ἐμοῦ εἰς τὴν ἐπιτήρησιν ἀναδοθῆναι· [δι]ε̣υ̣τ̣[ύ]χ̣[ει] — [ -ca.?- ]
[ἔ]τους πεντεκαιδε̣κ̣ά̣τ̣[ου] Αὐτοκρατό̣ρ̣ω̣ν̣ Κ̣α̣ι̣σάρων Λου̣κ̣ί̣ο̣υ̣ Σ̣ε̣π̣τιμ[ίου Σεουήρου]
Εὐσεβοῦ̣ς̣ Π̣ε̣ρ̣τ̣ί̣ν̣α̣κ̣ο̣ς̣ Ἀραβ̣ι̣κο̣ῦ̣ Ἀ̣δ̣ι̣α̣β̣ηνικοῦ Παρθι̣κ̣[οῦ μεγίσ]τ̣ο̣υ̣ κα̣ὶ̣ [Μάρκου]
Αὐρηλίου Ἀντωνείν[ο]υ Εὐσεβο̣ῦ̣ς̣ Σεβα̣σ̣τ̣ῶ̣ν κα̣ὶ̣ ⟦Πουβλίου Σεπτιμ[ίου Γέτα]
10Καίσαρος Σεβαστοῦ⟧, Φ[α]ρμοῦθι ιϛ̣ — ἐμαρτύρ[ατο] ἑ̣α̣υ̣τ̣ὸν Κοπρῆς Ἱ[σίωνος ἀπὸ]
τῆς μητρ[οπ(όλεως)] τ̣ο̣[ῦ Ἀ]ρσ̣[ι(νοίτου)] ἐ[ξ]ε̣ι̣λ̣ηφέ̣ν̣α̣ι̣ καὶ π̣ρ̣ο̣σ̣α̣ν̣τ̣ι̣β̣ε̣β̣λ̣η̣κέναι ἐκ συν̣[κολλησι-]
μων βιβ̣λ̣ι̣δίων ἐπιδοθέντων τῷ λαμπροτάτῳ ἡγεμόνι Σου̣[βατιανῷ]
Ἀ̣κύλαι ἐν τῇ [Μ]έμφε̣ι, ἐν οἷς ἐστιν καὶ τὸ προγεγραμμένον βιβλ̣[ίδιον],
[κολλ]ήματ̣ος νθ — ἔστι δέ· Σουβατιανῷ Ἀκύλα̣ ἐπάρ[χῳ Αἰγύπτου]
15[πα]ρὰ Κοπρῆ Ἰσίωνος ἀπὸ μητρο̣π̣όλεως τοῦ Ἀρσινοείτου· [πολλῶν]
[ἀνθρ]ώπων εὐεργετημένων ὑπό σου, ἡγεμὼν κ̣ύριε, κα̣τ̣α̣[φυγὴν ἐπὶ σε]
[ποιοῦμ]αι δεόμενος τῆς ἀπό σου εὐμενίας τυχεῖν· τὸ [δ]ὲ πρᾶγμα ο[ὕτως ἔχει·]
[τῷ] ιβ (ἔτει) τῆς εὐτυχεστάτης ταύτης βασιλε̣ία̣ς̣ ἀνεδόθην [ὑπὸ τοῦ κωμο-]
[γρα]μ̣ματέως κώμης Ἑρμουπόλε[ω]ς̣ τῆς Θεμί̣στου̣ μερίδος ἐις ἐ̣[πιτήρησιν]
20[γε]νηματογραφουμένων ὑπαρχόντων τῆς κώμης καὶ πληρ[οῦντός]
[μο]υ τὸν ὡρισμένον τριετῆ χρόνον, μὴ δοθέντος ἀντʼ ἐμοῦ ἑτέ̣[ρου, ἀνε-]
[δόθ]ην εἰς σειτολογίαν(*) τῆς αὐτῆς κώμης ἐπὶ ἔ̣τ̣η δύο · παρὰ το̣ὺ̣[ς νόμους οὐν]
τ̣ι̣[θ]εμένου τ̣ῷ̣ ιγ (ἔτει) καὶ ιδ (ἔτει) καὶ κατεχομένου μου καὶ ταύταις τα[ῖς χρείαις],
οὐκ οἶδʼ ὅπως νῦν ἀνεδόθην εἰς ἑ̣τέραν ἐ[πιτ]ή̣ρ̣ησιν κώμη̣[ς Πολυδευ-]
25κεία[ς] τ̣ῆς <αὐτης> μερίδος εἰς ἐπιτήρησιν <ὑπαρχόντων> πρότερον̣ ̣[ -ca.?- ] ̣[ -ca.?- ]ο̣υ̣ Θέωνος, ἐν [ᾗ κώμῃ]
οὔτε γεουχῶ οὔτε γεωργῶ οὔτε ἐστὶν τῆς αὐτῆ̣ς̣ τοπαρχίας ο[ὐδὲ κωμο-]
γραμματίας· ὅθεν, ἡγεμὼν κύριε, κατὰ πάντα κινδυνεύω[ν χρεώ-]
στης γενέσθαι καὶ καταλεῖψαι τὴν δημοσίαν γῆν, πρόσειμί σοι [καὶ]
ἀξιῶ, διὰ τὸ ἄπορόν με εἶναι, κελεῦσαι γραφῆναι [τ]ῷ τῶν δύο μ[ερίδων]
30[στρατηγ]ῷ ἀνδρὶ ἐπιμελεστάτῳ, ὅπως προνοήσῃ ἀπολ̣[ῦσ]αί̣ μ̣[ε τῶν ἄλ-]
[λων χρει]ῶν καὶ κατάσχῃ με τῇ σειτολογίᾳ(*) τῶν δὲ ει ̣ ̣ ̣ ̣[ -ca.?- ]
[ -ca.?- ]α̣τ̣η ἵν̣ʼ ὦ εὐεργετημ[έ]νος· [διευ]τ̣ύ̣χει — (ἔτους) α[ε Φαρμου-]
[θι ὁ στρατ]ηγὸς οὐκ ἀγνοεῖ τὸ π[ρ]οσῆκ̣[ον πρᾶ]ξαι· πρόθ[ες -ca.?- ]
[ -ca.?- ] ̣[ -ca.?- ]
35[ -ca.?- ]
[ -ca.?- ]
[(ἔτους) ιε Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς] Περτίνα[κ]ος κ[α]ὶ̣ [Μάρκου]
[Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ [Πουβλίο]υ Σεπτιμίου Γέτ[α Καίσαρος]
[Σεβαστοῦ], -ca.?- (hand 2) (ἔτους) ιε] Μεσορὴ [ -ca.?- ]
-- -- -- -- -- -- -- -- -- --

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.
DDbDP transcription: sb.14.11981 [xml]
AD 207 Oxyrhynchus
[Reprinted from: psi.12.1245] PSI12,1245
[Reprinted in: sb.18.14057] SB 18,14057