DDbDP transcription: p.eleph.27 [xml]
223/222 BC Elephantine
Μίλωνι τῶι παρὰ
Εὐφρονί[ο]υ πράκτορι
ἱερῶν παρὰ Πινύριος
τοῦ Ἐστφήνιος καὶ
5Ψινταῆτος μικροῦ
Ἐστφήνιος. ἐπειδὴ ἐπρά-
θη̣ [ἡ]μῶ̣ν̣ [γ]ῆ, ἣ ἦν ἐν
Ψεβτομιτ τοῦ Ἀπολλωνοπο(λίτου),
(ἀρούρας) λ πρὸς ἐγγύην, ἣν ἐνε-
10γυησάμεθα̣ εἰς ἔκτισιν
Ἐστφῆνιν Πινύριος, εἰς ἃ
προσωφείλη[σ]εν πρός τε τὰ
βύσσινα καὶ τὴν πρόσοδον
τοῦ ἱεροῦ τοῦ κγ (ἔτους), ὁμοίως δὲ
15καὶ Βερενέβθις πρὸς τὸ α̣ὐ̣τ̣ὸ̣
βυσσίνων ὀθονίων τοῦ ιθ (ἔτους)
καὶ β (ἔτους) ἀρ[γ]υ(ρίου)(*) (δραχμὰς) τκ,
ἀξιοῦμέν σε, ἐπειδὴ ἐν ταῖ̣ς
κατὰ τὸ διάγραμμα ἡμέραις
20τετάγμεθα τὸ ἀργύριον καὶ
τοὺς τόκους ἐπὶ τὴν βασιλικὴν
τράπεζαν, καλῶς ποιήσεις δοὺς
ἡμῖν τὴν ἐπίλυσιν.
τούτου δὲ γενομένου ἐσόμεθα
25οὐκ ἠδικημένοι.
ἔρ[ρω]σο (ἔτους) κε Φαῶφι ιθ
Demotic 3 lines
Εὐφρονί[ο]υ πράκτορι
ἱερῶν παρὰ Πινύριος
τοῦ Ἐστφήνιος καὶ
5Ψινταῆτος μικροῦ
Ἐστφήνιος. ἐπειδὴ ἐπρά-
θη̣ [ἡ]μῶ̣ν̣ [γ]ῆ, ἣ ἦν ἐν
Ψεβτομιτ τοῦ Ἀπολλωνοπο(λίτου),
(ἀρούρας) λ πρὸς ἐγγύην, ἣν ἐνε-
10γυησάμεθα̣ εἰς ἔκτισιν
Ἐστφῆνιν Πινύριος, εἰς ἃ
προσωφείλη[σ]εν πρός τε τὰ
βύσσινα καὶ τὴν πρόσοδον
τοῦ ἱεροῦ τοῦ κγ (ἔτους), ὁμοίως δὲ
15καὶ Βερενέβθις πρὸς τὸ α̣ὐ̣τ̣ὸ̣
βυσσίνων ὀθονίων τοῦ ιθ (ἔτους)
καὶ β (ἔτους) ἀρ[γ]υ(ρίου)(*) (δραχμὰς) τκ,
ἀξιοῦμέν σε, ἐπειδὴ ἐν ταῖ̣ς
κατὰ τὸ διάγραμμα ἡμέραις
20τετάγμεθα τὸ ἀργύριον καὶ
τοὺς τόκους ἐπὶ τὴν βασιλικὴν
τράπεζαν, καλῶς ποιήσεις δοὺς
ἡμῖν τὴν ἐπίλυσιν.
τούτου δὲ γενομένου ἐσόμεθα
25οὐκ ἠδικημένοι.
ἔρ[ρω]σο (ἔτους) κε Φαῶφι ιθ
Demotic 3 lines
Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.