Papyri.info

sign in

p.grenf.1.25 = HGV P.Grenf. 1 25 = Trismegistos 48346



DDbDP transcription: p.grenf.1.25 [xml]

114 BC Thebaid

1
ἔτους γ Φαρ(μοῦθι) κδ, ἀπέδοτο
Ναομσῆσις καὶ Στοτοῆτις
πήχεις στερεοῦ δ
ψιλοῦ τόπου· ἐπρίατο
5Σενσοῦχος Νεχούτου χα(λκοῦ) Δ.
2
βασιλευόντων βασιλίσσης καὶ βασιλέως Πτολεμαίου θεῶν φιλομητόρων σωτήρων ἔ[τους γ],
ἐφʼ ἱερείως βασιλέως Πτολεμαίου θεοῦ φιλομήτορος σωτῆρος Ἀλεξάνδρου καὶ θεῶ[ν]
σωτήρων καὶ θεῶν ἀδελφῶν καὶ θεῶν εὐεργετῶν καὶ θεῶν φιλοπατόρων καὶ θεῶν [ἐπι-]
φανῶν και θεοῦ εὐπάτορος καὶ θεοῦ φιλομήτορος καὶ θεοῦ φιλοπάτορος νέου καὶ θεοῦ εὐ[εργέτου]
5καὶ θεῶν φιλομητόρων σωτήρων, ἱερουπωλου(*) Ἴσιδος μεγάλης μητρὸς θεῶν, ἀθλοφ[όρου]
Βερενίκης εὐεργέτιδος, κανηφόρου Ἀρσινόης φιλαδέλφου, ἱερείας Ἀρσινόης φιλοπά[τορος]
τῶν ὄντων ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερείων(*) καὶ ἱερισσ[ῶν]
καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν ἐν Πτολεμαίδι τῆς Θηβαίδος, μηνὸς Φαρμοῦθι [κδ]
ἐν Παθύρει ἐφʼ Ἡλιοδώρου ἀγορανόμου,
——
10ἀπέδοτο Ναομσῆσις Ὀννώφριος ἱέρισσα, μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Στοτοήτ[ιος]
τοῦ Πετεαροήριος, ἱερέως Σούχου καὶ Ἀφροδίτης, ὡς (ἐτῶν) [  ̣ μ]έσου μελιχρόου τετα[νοῦ]
στρογγυλοπροσώπου εὐθύρινος συνπωλουμένου, ἀπὸ τοῦ [ὑ]πάρχοντος αὐτοῖς ψιλο[ῦ τόπου]
3
-- -- -- -- -- -- -- -- -- --

Apparatus


^ 2.5. l. ἱεραπόλου
^ 2.7. l. ἱερέων

Editorial History; All History; (detailed)

Creative Commons License © Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.