DDbDP transcription: bgu.8.1849 [xml]
48-46 BC Herakleopolite
Εὐρυλ̣ό̣χ̣ῳ συγγενεῖ καὶ στρατηγῶι καὶ
ἐπὶ τῶν προσόδων
[πα]ρὰ Τασέμθεως γυναικὸς Ὥρου ἀδελφοῦ
[Ἑριέ]ως τοῦ πτεραφόρου ἱερέως τοῦ ἐν Τ̣ι̣λ̣ώ̣[θ]ε̣ι̣
5ἱεροῦ Ἡρακλέους θεοῦ μεγίστου. τῶν γονέ[ω]ν μου
ἐκ Ποενάμεως εἰς τὸ ἐν τῆι Τιλώθει κατελ-
θόντων \ἱερὸν/ καὶ εἰς τὸ τῶν προγεγραμμένων
παστοφόριον καταλυσάντω[ν] ἐπιπλεκείς μοι
ὁ Ὧρος ἐκ πολλῆς διατριβῆς. ὁ πατὴρ ἀποθ[έ-]
10μενος τὰ ἐν τῆι ἰδίαι ὑπάρχοντα καὶ φερνὴν
αὐτῶι διὰ τῶν ἀδελφῶν τοῦ τε Ἑριέως καὶ Σεμθέ[ως]
Παάβιος προσενεγκάμενος χα(λκοῦ) νο(μίσματος) (τάλαντα) κε. ἔγραψέν
μοι Αἰγυπτίαν τ̣ρ̣ο̣φ̣ῖ̣τιν, ἐξ οὗ καὶ ἐσχηκυῖα
τέκνα δ, ἀ[πὸ δὲ το]ύτων ἑνὸς πε̣ρ̣[ιόντος].
15οἱ ἀδελφοὶ ἀνήν̣ε̣γ̣κ̣αν αὐτῶι τῶν οἰκη[μά]τ̣ω̣ν
[δ]ιαίρεσιν. ὁ ἀνὴρ μεταλλάξας τὸν βίον
[ο]ὕ̣τ̣ως διακείμενος. ἐμὲ ἠνάγκασαν μέχρι τοῦ
νῦν τὰς ἐν ταῖς νεκρίαις εἰς αὐτὸν δαπάνας
ποιεῖσθαι, πάντα τὰ τοῦ τέκνου ἀποφερόμενοι
20οὐδὲν εἰς τὰ ἀναγκαῖα ἐπιχορηγοῦσι. διὸ ἀξιῶι(*)
χήρα οὖσα ἐκθεῖναί μοι καὶ τῶι ὀρφανῶι
παιδίωι τὸ δίκαιον μὴ ἐμμεμενηκότα̣ ἐφʼ οἷς
οἱ ἱερεῖς καὶ Ἀπίων ὁ γυμνασιαρχήσας δεδικαιωκαν(*),
ἐὰν φαίνηται προνοῆσαι ἡμῶν, ἵνʼ ὦμεν βεβοηθημένοι.
25 vac. ? (hand 2?) εὐτύχει

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.