DDbDP transcription: psi.9.1018 [xml]
110 BC Pathyrite
A
(ἔτους) η, Ἁθὺρ ι.
ἀπέδοτο
Πικῶς
ἡμέρας ε. B
5βασιλευόντων Κλεοπάτρας καὶ βασιλέως Πτολεμαίου υἱος(*) ο(*) ἐπικαλουμενος(*) Ἀλέξανδρος(*) θεῶν φιλομητόρων σωτήρων ἔτους η, Ἁθὺρ ι, ἐφʼ ἱερέως
τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν σωτήρων καὶ θεῶν ἀδελφῶν καὶ θεῶν εὐεργετῶν καὶ θεῶν φιλομητόρων(*) καὶ θεῶν ἐπιφανῶν
καὶ θεοῦ φιλομήτορος καὶ θεοῦ εὐπάτορος καὶ θεῶν εὐεργετῶν ἀθλοφόρου Βερενίκης εὐεργέδιτος(*) κανηφόρου Ἀρσινόης φιλαδελφος(*)
καὶ θεᾶς Ἀρσινόης φιλοπατορου(*) τῶν ὄντων ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερέων Πτολεμαι(*) τοῦ μὲν σωτῆρος τῶν
ὄντων καὶ οὐσῶν, ἐπ̣ʼ Ἀπολλωνίου τοῦ πρὸς τῆι ἀγορανομίαι τῶν Μεμνονέων τοῦ Παθυρίτου τῆς Θη(βαίδος),
10ἀπέδοτο Πικῶς Ψεμμίνιος ὡς (ἐτῶν) κ μέσος μελίχρως κλαστὸς μακροπρόσωπος εὐθύριν οὐλὴ μετώπωι μέσωι ἀπὸ τοῦ ὑπάρχοντος
αὐτῶι <ἐν τῶι> ἀπὸ βορρᾶ μέρει Μεμνονέων ἐπὶ τοῦ ὅρου Ἀφροδισιείου <γέρως> ἡμέρας πέντε ἁγνευτικῶν καὶ τῶν πάντων λοιπῶν {λοιπων}
καὶ καρπεῶν(*) καὶ ἐπεσομένων φιλανθρόπων(*). ἐπρίατο Τοτοῆς Ζμανρέους τῶν ἐκ τῶν Μεμνονέων παστοφόρων χαλκοῦ
νομίσματος τάλαντα(*) δέκα . προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην Πικῶς ὁ ἀποδόμενος, ὃν ἐδέξατο
Τοτοῆς ὁ πριάμενος.
——
15Ἀπολλώ(νιος) κεχρη(μάτικα).

Editorial History; All History; (detailed)
© Duke Databank of Documentary Papyri. This work is licensed under a Creative Commons Attribution 3.0 License.